1. Βίβλος Κείμενον τῆς Βίβλου Γένεσις, κεφ. 18 (κείμενον Ο΄)

PostHeaderIcon Γένεσις, κεφ. 18 (κείμενον Ο΄)

 

Γένεσις

 

ΚΕΦΑΛΑΙΟΝ 18

 

[Λόγος 20ός]

 

1 ῎Ωφθη δὲ αὐτῷ ὁ Θεὸς πρὸς τῇ Δρυῒ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. 2 ἀναβλέψας δὲ τοῖς ὀφθαλ­μοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ· καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν. 3 καὶ εἶπε· «Κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου· 4 ληφθήτω δὴ ὕδωρ, καὶ νιψά­τωσαν(1) τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον· 5 καὶ λήψομαι ἄρτον, καὶ φάγεσθε, καὶ μετὰ τοῦτο παρελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν, οὗ ἕνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν». καὶ εἶπαν· «Οὕτω ποίησον, καθὼς εἴρηκας». 6 καὶ ἔσπευσεν ᾿Αβραὰμ ἐπὶ τὴν σκηνὴν πρὸς Σάρραν καὶ εἶπεν αὐτῇ· «Σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως καὶ ποίησον ἐγκρυφίας». 7 καὶ εἰς τὰς βόας ἔδραμεν ᾿Αβραὰμ καὶ ἔλαβε μοσχάριον ἁ­παλὸν(2) καὶ καλὸν καὶ ἔδωκε τῷ παιδί, καὶ ἐτάχυνε [τοῦ] ποιῆσαι αὐτό. 8 ἔλαβε δὲ βούτυρον καὶ γάλα καὶ τὸ μοσχάριον ὃ ἐποίησε καὶ παρέθη­κεν αὐτοῖς, καὶ ἔφαγον· αὐτὸς δὲ παρειστήκει αὐτοῖς ὑπὸ τὸ δένδρον.

9 Εἶπε(3) δὲ πρὸς αὐτόν· «Ποῦ Σάρρα ἡ γυνή σου;» ὁ δὲ ἀποκριθεὶς εἶπεν· «᾿Ιδοὺ ἐν τῇ σκηνῇ». 10 εἶπε δέ· «᾿Επαναστρέφων(4) ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, 10β καὶ ἕξει υἱὸν Σάρρα ἡ γυνή σου». 10γ Σάρρα δὲ ἤκουσε πρὸς τῇ θύρᾳ τῆς σκηνῆς, οὖσα ὄπισθεν αὐτοῦ. 11 ᾿Αβρα­ὰμ δὲ καὶ Σάρρα πρεσβύτεροι προβεβηκότες ἡμερῶν, 11β ἐξέλιπε δὲ τῇ Σάρρᾳ γίνεσθαι τὰ γυναικεῖα. 12 ἐγέλασε δὲ Σάρρα ἐν ἑαυτῇ λέγουσα· 12β «Οὔπω [μέν](5) μοι γέγονεν ἕως τοῦ νῦν, ὁ δὲ κύριός μου πρεσβύτερος». 13 καὶ εἶπε Κύριος τῷ(6) ᾿Αβραάμ· «Τί ὅτι ἐγέλασε Σάρρα ἐν ἑαυτῇ λέγουσα· 13β ῏Αρά γε ἀληθῶς τέξομαι; ἐγὼ δὲ γεγήρακα”. 14 μὴ ἀδυνατήσει(7) παρὰ τῷ Θεῷ [πᾶν](8) ῥῆμα; 14β εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας· καὶ ἔσται τῇ Σάρρᾳ υἱός». 15 ἠρνήσατο δὲ Σάρρα λέγουσα· «Οὐκ ἐγέλασα»· ἐφοβήθη γάρ. 15β καὶ εἶπεν αὐτῇ· «Οὐχί, ἀλλ᾿ ἐγέλασας».

 

[Λόγος 21ος]

 

16 ᾿Εξαναστάντες δὲ ἐκεῖθεν οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σο­δόμων καὶ Γομόρρας. 16β ᾿Αβραὰμ δὲ συνεπορεύετο μετ᾿ αὐτῶν συμπρο­πέμπων αὐτούς. 17 ὁ δὲ Κύριος εἶπεν· «[Οὐ] μὴ κρύψω ἐγὼ ἀπὸ ᾿Αβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ. 18 ᾿Αβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ, 18β καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς. 19 ᾔ­δειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ᾿ αὐτόν, 19β καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν, 19γ ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ ᾿Αβραὰμ πάντα ὅσα ἐλάλησε πρὸς αὐτόν». 20 εἶπε δὲ Κύριος· «Κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται πρός με, 20β καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. 21 καταβὰς οὖν ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῶ». 22 καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες ἦλθον εἰς Σόδομα.

22β ᾿Αβραὰμ δὲ ἔτι ἦν ἑστηκὼς ἔναντι(9) Κυρίου(10). 23 καὶ ἐγγίσας ᾿Α­βραὰμ εἶπε· 23β «Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δί­καιος ὡς ὁ ἀσεβής; 24 ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολεῖς αὐ­τούς; 24β οὐκ ἀνήσεις [πάντα τὸν τόπον] ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ; 25 μηδαμῶς σὺ ποιήσεις [ὡς] τὸ ῥῆμα τοῦτο, τοῦ ἀπο­κτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, 25β καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. μηδα­μῶς! 25γ ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν;» 26 εἶπε δὲ Κύριος· «᾿Εὰν εὕρω(11) ἐν Σοδόμοις πεντήκοντα δικαίους(11) ἐν τῇ πόλει, 26β ἀφήσω (12) πάντα τὸν τόπον δι᾿ αὐτούς». 27 καὶ ἀποκριθεὶς ᾿Αβραὰμ εἶπε· «Νῦν ἠρ­ξάμην λαλῆσαι πρὸς τὸν κύριόν μου, 27β ἐγὼ δέ εἰμι γῆ καὶ σποδός· 28 ἐὰν δὲ ἐλαττωθῶσιν(13) οἱ πεντήκοντα δίκαιοι εἰς τεσσαράκοντα πέντε, 28β ἀπο­λέσεις(14) ἕνεκεν τῶν πέντε [πᾶσαν τὴν πόλιν];» 28γ καὶ εἶπεν· «Οὐ μὴ ἀπο­λέσω, ἐὰν εὕρω ἐκεῖ τεσσσαράκοντα πέντε». 29 καὶ προσέθετο(15) ἔτι λα­λῆσαι πρὸς Κύριον(16) καὶ εἶπε· «Καὶ ἐὰν(17) εὑρεθῶσιν ἐκεῖ τεσσαράκον­τα;» 29β καὶ εἶπεν· «Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τεσσαράκοντα». 30 καὶ εἶπε· «Μή τι, κύριε, ἐὰν λαλήσω; ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τριάκοντα;» 30β καὶ εἶπεν· «Οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ(18) τριάκοντα». 31 καὶ εἶπεν· «᾿Επει­δὴ ἔχω λαλῆσαι πρὸς τὸν κύριόν μου(19)· ἐὰν [δὲ] εὑρεθῶσιν ἐκεῖ εἴκοσι;» 31β καὶ εἶπεν· «Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν(20) εἴκοσι». 32 καὶ εἶπε· «Μήτι, κύριε, ἐὰν λαλήσω ἔτι ἅπαξ· ἐὰν δὲ εὑρεθῶσιν [ἐκεῖ] δέκα;» 32β καὶ εἶπεν· «Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα». 33 ἀπῆλθε δὲ [ὁ] Κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ ᾿Αβραάμ· 33β ὑπέστρεψε δὲ ᾿Αβραὰμ(21) εἰς τὸν τόπον αὐτοῦ.

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

18. 1) 13:18· 14:13· 15:1· 17:1-3,22· 26:2· 48:3. Εξ 4:1. 2Παρ 1:7. Πρξ 7:2.

2) 18:22· 19:1· 23:7· 33:3-7· 43:26,28· 44:14. Κρ 13:3,9. Ρθ 2:10. 4Βασ 2:15. Ρμ 12:13. Εβρ 13:2. 1Πετ 4:9.

3) 32:5.

4) 19:2· 43:24.

5) 19:8· 33:10. Κρ 6:18· 13:15· 19:5. Ψ 103:15. Ρμ 12:13.

6) Ησ 32:8. Μτ 13:33. Λκ 10:38-40. Πρξ 16:15. Ρμ 12:13. Γαλ 5:13. Εβρ 13:2· 1Πετ 4:9.

7) 19:3. Κρ 13:15,16. Αμ 6:4. Μλχ 1:14. Μτ 22:4. Λκ 15:23,27,30.

8) 19:3. Δευτ 32:14. Κρ 5:25· 13:15. Νε 12:44. Λκ 12:37· 17:8· 24:30,43. Ιω 12:2. Πρξ 10:41. Γαλ 5:13. Απ 3:20.

9) 4:9· 24:67· 31:33. Ττ 2:5.

10) 18:13,14· 15:2-4· 16:10· 17:16,19,21· 21:2· 22:15,16. Κρ 13:3-5. 4Βασ 4:16,17. Λκ 1:13. Ρμ 9:8,9. Γαλ 4:23,28. Απ 12:14.

11) 17:17,24· 31:35. Λευ 15:19. Λκ 1:7,18,36. Ρμ 4:18-21. Εβρ 11:11,12,19.

12) 18:13· 17:17· 21:6,7. Κρ 19:26. Ψ 125:2. Λκ 1:18-20,34,35. Εβρ 11:11,12. Εφ 5:33. 1Πετ 3:6.  

13) Ιω 2:25.

14) 18:10· 17:21. Αρ 11:23. Δευτ 7:21· Δευτ 30:3· 1Βασ 14:6· 4Βασ 4:16· 7:1,2. Ψ 89:13. Ψ 92:1· 94:3. Ιωβ 36:5· 42:2. Ιερ 39(32):17. Μιχ 7:18. Ζχ 8:6. Μτ 3:9· 14:31· 19:26. Μρ 10:27. Λκ 1:13,18,37· 8:50. Εφ 3:20. Φιλ 3:21· 4:13. Εβρ 11:19.

15) 4:9· 12:13. Ιωβ 2:10. Ψ 43:21. Πρμ 12:19· 28:13. Μρ 2:8. Ιω 2:25· 18:17,25-27. Ρμ 3:19. Εφ 4:23. Κλσ 3:9. 1Ιω 1:8.

16) 19:1. Πρξ 15:3· 20:38· 21:5. Ρμ 15:24. 3Ιω 6.

17) 4Βασ 4:27· 2Παρ 20:7. Ψ 24:14. Αμ 3:7. Ιω 15:15. Ιακ 2:23.

18) 12:2,3· 22:17,18· 26:4. Ψ 71:17. Πρξ 3:25,26. Γαλ 3:8,14. Εφ 1:3.

19) 17:23-27· 6:7. Δευτ 4:9,10· 6:6,7· 11:19-21· 32:46. ΙσΝ 24:15· 1Βασ 2:30,31. 2Βασ 7:20. 1Παρ 28:9. Ψ 1:6· 10:4· 33:15· 77:2-9. Ιωβ 1:5. Πρμ 6:20-22· 22:6. Ησ 38:19. Ιερ 22:3,15· 23:5. Ιω 10:14· 21:17. Πρξ 27:23,24,31. Εφ 6:4. 1Τιμ 3:4· 3:5,12. 2Τιμ 1:5· 2:19· 3:15.

20) 4:10· 13:13· 19:13. Ησ 3:9· 5:7. Ιερ 14:7. Ιεζ 16:49. Ρμ 1:18. Ιακ 5:4. Ιδ 7.

21) 11:5. Εξ 3:8. Δευτ 8:2· 13:3. ΙσΝ 22:22. Λκ 16:15. 2Κορ 11:11.

22) 18:1· 19:1.

23) 18:25· 20:4. Αρ 16:22. 2Βασ 24:17. Ψ 10:4-7· 72:28. Ιωβ 8:3· 34:17. Ιερ 37(30):21. Ρμ 3:5,6. Εβρ 10:22. Ιακ 5:17.

24) 18:32. Ησ 1:9. Ιερ 5:1. Μτ 7:13,14. Πρξ 27:24.

25) Δευτ 32:4. Ψ 10:5-7· 57:10· 93:2· 97:9. Ιωβ 8:3,20· 9:22,23· 34:17-19. Εκ 7:15. 8:12,13. Ησ 3:10,11· 57:1,2. Ιερ 12:1. Μλχ 3:18. Ρμ 3:6. Ιω 5:22-27· 2Κορ 5:10.

26) Ησ 6:13· 10:22· 19:24· 65:8. Ιερ 5:1. Ιεζ 22:30. Μτ 24:22.

27) 2:7· 3:19· 18:30-32. Εσρ 9:6. Ψ 8:4· 143:3. Ιωβ 4:19· 42:6-8. Εκ 12:7. Ησ 6:5· 64:8. Λκ 5:8· 18:1. 1Κορ 15:47,48. 2Κορ 5:1,2.

28) 18:26,29. Αρ 14:17-19. 3Βασ 20:32,33. Ιωβ 23:3,4.

29) Εφ 6:18. Εβρ 4:16.

30) 44:18. Κρ 6:39. Ιωβ 40:4. Ψ 9:12· 10:17· 88:7. Ησ 6:5· 55:8,9. Εβρ 12:28,29.

31) 18:27. Μτ 7:7,11. Λκ 11:8· 18:1. Εφ 6:18. Εβρ 4:16· 10:20-22.

32) 18:30. Εξ 32:9,10,14· 33:13,14· 34:6,7,9,10. Αρ 14:11-20. Κρ 6:39. Ψ 85:5. Ιωβ 33:23. Πρμ 15:8. Ησ 42:6,7· 65:8. Ιερ 5:1. Ιεζ 22:30. Μιχ 7:18. Μτ 7:7. Εφ 3:20. Ιακ 5:15-17. 1Ιω 5:15,16.

33) 18:16,22· 31:55· 32:26.

 

Σημειώσεις 18ου κεφαλαίου

(1) ῾Ετέρα γραφή· νίψατε

(2) ἕλαβεν ἁπαλὸν μοσχάριον (ΠΜ)

(3) ῾Ετέρα γραφή· εἶπον

(4) ῾Ετέρα γραφή· ἀναστρέφων

(5) ᾿Ενιαχοῦ παραλείπεται.

(6) πρὸς (ΠΜ)

(7) ῾Ετέρα γραφή· ἀδυνατεῖ

(8) Παραλείπεται εἰς ΠΜ

(9) ἐναντίον (ΠΜ)

(10) ῾Ετέρα γραφή· Θεοῦ.

(11) ᾿Αντὶ εὕρω... δικαίους ΠΜ ἔχει· ὦσιν... δίκαιοι

(12) ΠΜ προσθέτει· ὅλην τὴν πόλιν καὶ

(13) ἐλαττονωθῶσιν (ΠΜ)

(14) ἀπολεῖς (ΠΜ)

(15) προσέθηκεν (ΠΜ)

(16) αὐτὸν (ΠΜ)

(17) εἶπεν· ᾿Εὰν δὲ (ΠΜ)

(18) ᾿Αντὶ ἐὰν εὕρω [ἑτέρα γραφή· εὑρεθῶσιν] ἐκεῖ ΠΜ ἔχει· ἕνεκεν τῶν

(19) Παραλείπεται εἰς ΠΜ.

(20) ᾿Αντὶ ἕνεκεν τῶν ΠΜ ἔχει· ἐὰν εὕρω ἐκεῖ

(21) καὶ ᾿Αβραὰμ ἀπέστρεψεν (ΠΜ)

῞Ετεραι παραπομπαί. 30) Ἐσθὴρ 4:11-16.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων