1. Βίβλος Κείμενον τῆς Βίβλου Γένεσις, κεφ. 17 (κείμενον Ο΄)

PostHeaderIcon Γένεσις, κεφ. 17 (κείμενον Ο΄)

 

Γένεσις

 

ΚΕΦΑΛΑΙΟΝ 17

 

[Λόγος 19ος]

 

1 ᾿Εγένετο δὲ ῎Αβραμ ἐτῶν ἐνενήκοντα ἐννέα, καὶ ὤφθη Κύριος τῷ ῎Α­βραμ καὶ εἶπεν αὐτῷ· «᾿Εγώ εἰμι ὁ Θεός σου· εὐαρέστει ἐνώπιον ἐμοῦ καὶ γίνου ἄμεμπτος, 2 καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ πληθυνῶ σε σφόδρα(1)». 3 καὶ ἔπεσεν ῎Αβραμ ἐπὶ πρόσ­ωπον αὐτοῦ, καὶ ἐλάλησεν αὐτῷ ὁ Θεὸς λέγων· 4 «Καὶ [ἐγὼ](2) ἰδοὺ ἡ δια­θήκη μου μετὰ σοῦ, καὶ ἔσῃ πατὴρ πλήθους(3) ἐθνῶν, 5 καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου ῎Αβραμ, ἀλλ᾿ ἔσται τὸ ὄνομά σου ᾿Αβραάμ, ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. 6 καὶ αὐξανῶ σε σφόδρα σφόδρα καὶ θήσω σε εἰς ἔθνη, καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται. 7 καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ(4) ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σέ, εἰς τὰς γενεὰς αὐτῶν, εἰς διαθήκην αἰώνιον, εἶναί σου Θεὸς καὶ τοῦ σπέρματός σου μετὰ σέ. 8 καὶ δώσω σοι καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναάν, εἰς κατάσχεσιν αἰώνιον· καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν(5)». 9 καὶ εἶπεν ὁ Θεὸς πρὸς ᾿Αβραάμ· «Σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ(6) εἰς τὰς γενεὰς αὐτῶν. 10 καὶ αὕτη ἡ διαθήκη, ἣν διατηρήσεις, ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν 10β καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν· 11 περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν, (7) καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, 11β καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. 12 καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῖν, πᾶν ἀρσενικὸν εἰς τὰς γενεὰς ὑμῶν, 12β ὁ οἰκογενὴς(8) καὶ ὁ ἀργυρώνητος, ἀπὸ παντὸς υἱ­οῦ ἀλλοτρίου, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματός σου. 13 περιτομῇ περιτμηθή­σεται ὁ οἰκογενὴς τῆς οἰκίας σου καὶ ὁ ἀργυρώνητος, 13β καὶ ἔσται ἡ διαθήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον. 14 καὶ ἀπερίτμη­τος(9) ἄρσην, ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, 14β ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ὅτι τὴν διαθήκην μου διεσκέδασε».

15 Καὶ εἶπεν ὁ Θεὸς τῷ ᾿Αβραάμ· «Σάρα ἡ γυνή σου οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, 15β ἀλλὰ Σάρρα ἔσται τὸ ὄνομα αὐτῆς. 16 εὐλογήσω δὲ αὐτήν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον· 16β καὶ εὐλογήσω αὐτό, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἔσονται(10)». 17 καὶ ἔπεσεν ᾿Αβραὰμ ἐπὶ πρόσωπον αὐτοῦ καὶ ἐγέλασε καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ λέγων· 17β «Εἰ τῷ ἑκατονταετεῖ γενήσεται υἱός; καὶ εἰ ἡ Σάρρα ἐνενήκοντα ἐτῶν τέξεται;» 18 εἶπε δὲ ᾿Αβραὰμ πρὸς τὸν Θεόν· «᾿Ισμαὴλ οὗτος ζήτω ἐναντίον σου». 19 εἶπε δὲ ὁ Θεὸς πρὸς(11) ᾿Αβραάμ· «Ναί· ἰδοὺ Σάρρα ἡ γυνή σου τέξεταί σοι υἱόν, 19β καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Ισαάκ, καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον, 19γ εἶναι αὐτῷ Θεὸς καὶ τῷ σπέρματι αὐ­τοῦ μετ᾿ αὐτόν. 20 περὶ δὲ ᾿Ισμαὴλ ἰδοὺ ἐπήκουσά σου· 20β καὶ ἰδοὺ εὐλόγη­κα αὐτὸν καὶ αὐξανῶ αὐτὸν(12) καὶ πληθυνῶ αὐτὸν σφόδρα(1)· 20γ δώδεκα ἔθνη γεννήσει καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα. 21 τὴν δὲ διαθήκην μου στήσω πρὸς ᾿Ισαάκ, 21β ὃν τέξεταί σοι Σάρρα εἰς τὸν καιρὸν τοῦτον, ἐν τῷ ἐνιαυτῷ τῷ ἑτέρῳ». 22 συνετέλεσε δὲ λαλῶν πρὸς αὐτὸν καὶ ἀνέβη ὁ Θεὸς ἀπὸ ᾿Αβραάμ.

23 Καὶ ἔλαβεν ᾿Αβραὰμ ᾿Ισμαὴλ τὸν υἱὸν ἑαυτοῦ καὶ πάντας τοὺς οἰκο­γενεῖς αὐτοῦ 23β καὶ πάντας τοὺς ἀργυρωνήτους καὶ πᾶν ἄρσεν τῶν ἀν­δρῶν τῶν ἐν τῷ οἴκῳ ᾿Αβραὰμ 23γ καὶ περιέτεμε τὰς ἀκροβυστίας(13) αὐτῶν ἐν τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης, καθὰ ἐλάλησεν αὐτῷ ὁ Θεός. 24 ᾿Αβραὰμ δὲ ἐνενήκοντα ἐννέα ἦν ἐτῶν, ἡνίκα περιετέμετο(14) τὴν σάρκα τῆς ἀκροβυ­στίας αὐτοῦ. 25 ᾿Ισμαὴλ δὲ ὁ υἱὸς αὐτοῦ ἦν ἐτῶν [δεκατριῶν], ἡνίκα περιετέ­μετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ(15). 26 ἐν [δὲ] τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης περιετμήθη ᾿Αβραὰμ καὶ ᾿Ισμαὴλ ὁ υἱὸς αὐτοῦ· 27 καὶ πάντες οἱ ἄνδρες τοῦ οἴκου αὐτοῦ καὶ οἱ οἰκογενεῖς αὐτοῦ 27β καὶ οἱ ἀργυρώνητοι ἐξ ἀλλογενῶν ἐθνῶν, περιέτεμεν αὐτούς.

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

17. 1) 5:22,24· 6:9· 12:1· 16:16· 18:14· 28:3· 35:11· 48:15. Εξ 6:2-3. Αρ 11:23. Δευτ 10:17· 18:13. 3Βασ 2:4· 3:6. 8:25. 4Βασ 20:3. Ψ 113:11· 114:9. Ιωβ 1:1· 11:7. Ησ 38:3. Ιερ 39(32):17. Δν 4:35. Μιχ 6:8. Μτ 5:48· 19:26. Λκ 1:6. Πρξ 23:1· 24:16. Εφ 3:20. Φιλ 4:13. Εβρ 7:25· 12:28.

2) 17:4-6· 6:18· 9:9· 12:2· 13:16· 15:5,18· 22:17. Εξ 2:24· 6:5. Λευ 26:42. Ψ 104:8-11. Γαλ 3:7-29 (ἰδίως 17,18).

3) 17:17. Εξ 3:6. Λευ 9:23,24. Αρ 14:5· 16:22,45. ΙσΝ 5:14. 3Βασ 18:39. Ιεζ 1:28· 3:23· 9:8. Δν 8:17,18· 10:9,15. Μτ 17:6. Απ 1:17.

4) 12:2· 13:16· 16:10· 22:17· 25:1-18· 32:12· 35:11· 36:1-43. Αρ 1:0· 26:0. Ρμ 4:11-18. Γαλ 3:28,29.

5) 17:15· 32:28,29· 35:18· 41:45. Αρ 13:16. 2Βασ 12:25. 4Βασ 23:34· 24:17. Νε 9:7. Ησ 62:2-4· 65:15. Ιερ 20:3· 23:6. Δν 1:7. Μτ 1:21-23. Ιω 1:42. Ρμ 4:17. Απ 2:17.

6) 17:4,16,20· 35:11· 36:31-43. Εσρ 4:20. Μτ 1:6-17.

7) 13:15· 15:18· 26:24· 28:13. Εξ 3:6,15· 6:4· 19:5,6. Λευ 26:12. Ψ 80:10· 104:8-11. Ιεζ 28:26. Μιχ 7:20. Μτ 22:32. Μρ 10:14. Λκ 1:54,55,72-75. Πρξ 2:39. Ρμ 9:4,7-9. Γαλ 3:17. Εφ 2:2. Εβρ 8:10· 11:10,16.

8) 12:7· 13:15,17· 15:7-21· 23:4· 26:18· 28:4· 29:13· 48:4. Εξ 6:7· 21:6· 31:16,17· 40:15. Λευ 16:34· 26:12. Αρ 25:13. Δευτ 1:8· 4:37· 14:2· 26:18· 29:13· 32:8. 2Βασ 23:5. Ψ 102:17· 104:9,11. Πρξ 7:5. Εβρ 9:15.

9) Ψ 24:10· 102:18. Ησ 56:4,5. Γαλ 3:17.

10) 17:11· 34:15. Εξ 4:24-26· 12:48. Δευτ 10:16· 30:6. ΙσΝ 5:2,4. 1Βασ 14:6. Ιερ 4:4· 9:25,26. Πρξ 7:8. Ρμ 2:28,29· 3:1,25,28,30· 4:9-11. 1Κορ 7:18,19. Γαλ 3:28· 5:3-6· 6:12. Εφ 2:11. Φιλ 3:2-3. Κλσ 2:11-13.

11) 9:12. Εξ 4:25· 12:48. ΙσΝ 5:3. 1Βασ 18:25-27. 2Βασ 3:14. Πρξ 7:8. Ρμ 4:11. Κλσ 2:11-12.

12) 17:23-27· 21:4· 34:14-17. Εξ 12:44,48,49. Λευ 12:3. Λκ 1:59· 2:21. Ιω 7:22,23. Πρξ 7:8. Ρμ 2:28. Φιλ 3:5.

13) 14:14· 15:3· 37:27,36· 39:1. Εξ 12:44· 21:2,4,16. Νε 5:5,8. Ψ 104:8-10. Ιεζ 37:26. Μτ 18:25. Λκ 1:72-73.

14) Εξ 4:24-26· 12:15,19· 30:33,38. Λευ 7:20,21,25,27· 18:29· 19:8. Αρ 15:30,31. ΙσΝ 5:2-12. Ψ 54:20. Ησ 24:5· 33:8. Ιερ 11:10· 38(31):32. 1Κορ 11:27,29.

15) 17:5· 32:28. 2Βασ 12:25.

16) 17:6· 1:28· 12:2· 18:10-14· 24:60· 35:11. Ησ 49:23. Ρμ 9:9. Γαλ 4:26-31· 1Πετ 3:6.

17) 17:3· 18:12· 21:6-9. Λευ 9:24. Αρ 14:5· 16:22,45. Δευτ 9:18,25. ΙσΝ 5:14· 7:6. 1Παρ 21:16. Ιωβ 1:20. Ιεζ 1:28. Δν 8:17. Μτ 2:11. Ιω 8:56. Ρμ 4:19,20. Απ 5:8· 11:16.

18) 4:12,14· 16:11,15-16. Ψ 4:6· 40:12. Ησ 59:2. Ιερ 39(32):39. Πρξ 2:39.

19) 17:21· 18:10-14· 21:2,3,6. 4Βασ 4:16,17. Λκ 1:13-20. Ρμ 9:6-9. Γαλ 4:28-31.

20) 16:10-12· 21:13,18· 25:12-18.

21) 18:10,14· 21:2,3,10-12· 26:2-5· 46:1· 48:15. Εξ 2:24· 3:6. Ιωβ 14:13. Λκ 1:55,72. Πρξ 1:7. Ρμ 9:5,6,9. Γαλ 3:29. Εβρ 11:9.

22) 17:3· 11:5· 18:33· 35:9-15. Εξ 20:22. Αρ 12:6-8. Δευτ 5:4. Ιω 1:18· 10:30.

23) 17:10-14,26,27· 18:19· 34:24. ΙσΝ 5:2-9. Ψ 118:60. Πρμ 27:1. Εκ 9:10. Πρξ 16:3. Ρμ 2:25-29· 4:9-12. 1Κορ 7:18,19. Γαλ 5:6· 6:15.

24) 17:1,17· 12:4. Ρμ 4:11,19,20.

25) 16:16· 21:9,14-17.

26) 12:4· 16:16· 18:19· 22:3,4. Ψ 118:60.

27) 18:19.

 

Σημειώσεις 17ου κεφαλαίου

(1) ῾Ετέρα γραφή· σφόδρα σφόδρα.

(2) ᾿Εν ἄλλοις παραλείπεται.

(3) ῾Ετέρα γραφή· πολλῶν

(4) Εἰς ΠΜ καὶ ἀλλαχοῦ παραλείπονται αἱ λέξεις ἀνὰ μέσον ἐμοῦ καὶ..., αἱ ὁποῖαι ὅμως ὑπάρχουν εἰς ἄλλας ἐκδόσεις καὶ εἰς ῾Ράλφς.

(5) ῞Ετεραι γραφαί· ...ἔσομαι αὐτοῖς Θεός. — ...ἔσομαι αὐτῶν Θεός.

(6) ᾿Αλλαχοῦ αἱ λέξεις μετὰ σὲ παραλείπονται.

(7) ῾Ο στίχος 11 εἰς ΠΜ καὶ τὰς λοιπὰς ἐκδόσεις ἄρχεται ἀπὸ τοῦ παρόντος σημείου.

(8) ᾿Ενιαχοῦ μετὰ τὸ οἰκογενὴς προστίθεται· τῆς οἰκίας σου

(9) ᾿Ενιαχοῦ παραλείπεται.

(10) ῾Ετέρα γραφή· ἐξελεύσονται.

(11) ῾Ετέρα γραφή· τῷ

(12) ᾿Ενιαχοῦ αἱ λέξεις καὶ αὐξανῶ αὐτὸν παραλείπονται.

(13) ῞Ετεραι γραφαί· τὴν ἀκροβυστίαντὴν σάρκα τῆς ἀκροβυστίας

(14) ᾿Αντὶ τοῦ ἡνίκα περιετέμετο ἑτέρα γραφή· ὅτε ἔτεμε

(15) Τὸ ἐδάφιον 25 ἀπουσιάζει ἐξ ὡρισμένων κωδίκων.

῞Ετεραι παραπομπαί. 5) ᾿Αβραὰμ = πατὴρ πολλῶν ἐθνῶν. 10) Α΄ Μακκαβαίων 1:60-61. 11-14, 23) Α΄ Μακκαβαίων 1:14-15. 15) Σάρρα = ἡγεμονίς, κατά τινα ἑρμηνείαν.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων