1. Βίβλος Κείμενον τῆς Βίβλου Α΄ Κορινθίους, κεφ. 9 (κείμενον)

PostHeaderIcon Α΄ Κορινθίους, κεφ. 9 (κείμενον)

 

Α΄ πρὸς Κορινθίους

ἐπιστολὴ Παύλου

 

ΚΕΦΑΛΑΙΟΝ 9

 

[Λόγος 10ος]

 

1 Οὐκ εἰμὶ ἀπόστολος; οὐκ εἰμὶ ἐλεύθερος; οὐχὶ ᾿Ιησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; οὐ τὸν ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ; 2 εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστο­λῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ. 3 ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη ἐστί. 4 Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; 5 μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου καὶ Κηφᾶς; 6 ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι; 7 τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; ἢ τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; 8 Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; ἢ οὐχὶ καὶ ὁ Νόμος ταῦτα λέγει; 9 ἐν γὰρ τῷ Μωσέως Νόμῳ γέγρα­πται· Οὐ φιμώσεις βοῦν ἀλοῶντα. (1) μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; 10 ἢ δι᾿ ἡμᾶς πάντως λέγει; 10β δι᾿ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ἐπ᾿ ἐλπίδι ὀφείλει ὁ ἀρο­τριῶν ἀροτριᾶν, 10γ καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ᾿ ἐλπίδι. 11 Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; 12 εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; 12β ἀλλ᾿ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, 12γ ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. 13 οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, 13β οἱ τῷ θυσιαστηρίῳ προσε­δρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται; 14 οὕτω καὶ ὁ Κύριος διέταξε τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν. 15 ἐγὼ δὲ οὐδε­νὶ ἐχρησάμην τούτων. (2)

15β Οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτω γένηται ἐν ἐμοί· 15γ καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ. 16 ἐὰν γὰρ εὐαγγελί­ζωμαι, οὐκ ἔστι μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· 16β οὐαὶ δέ μοί ἐστιν ἐὰν μὴ εὐαγγελίζωμαι· 17 εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. 18 τίς οὖν μοί ἐστιν ὁ μισθός; ἵνα εὐαγ­γελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, 18β εἰς τὸ μὴ κα­ταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ. 19 ᾿Ελεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω· 20 καὶ ἐγε­νόμην τοῖς ᾿Ιουδαίοις ὡς ᾿Ιουδαῖος, ἵνα ᾿Ιουδαίους κερδήσω· 20β τοῖς ὑπὸ νό­μον ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· 21 τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος Θεῷ, ἀλλ᾿ ἔννομος Χριστῷ, ἵνα κερδήσω ἀνόμους· 22 ἐγενό­μην τοῖς ἀσθενέσιν ὡς ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω· 22β τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω. 23 τοῦτο δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι.

24 Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; 24β οὕτω τρέχετε, ἵνα καταλάβητε. 25 πᾶς δὲ ὁ ἀγω­νιζόμενος πάντα ἐγκρατεύεται, 25β ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. 26 ἐγὼ τοίνυν οὕτω τρέχω, ὡς οὐκ ἀδήλως, οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων, 27 ἀλλ᾿ ὑποπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.

 

Παραπομπαί

9. 1) 9:2,3,19· 1:1· 3:6· 4:9,14,15· 15:8,9. 2Κορ 2:12· 6:1· 11:5· 12:2,11,12. Μτ 13:16-17. Πρξ 9:3-6,15,17,22· 13:2· 14:4· 16:17,18· 18:8-11· 22:6-8,14-21· 23:11· 26:16-18. Ρμ 1:1,5· 11:13. Γαλ 1:1,15-17· 2:7,8· 5:1. 1Τιμ 2:7. 2Τιμ 1:11. Προς Τίτον 1:1-3.

2) Ιω 3:33· 6:27. 2Κορ 3:1-3· 12:12. Ρμ 4:11.

3) 14:37. 2Κορ 10:7,8· 12:16-19· 13:3,5,10. Πρξ 22:1· 25:16. Φιλ 1:7,17. 2Τιμ 4:16.

4) 9:7-14. Μτ 10:10. Λκ 10:7. Γαλ 6:6. 1Θεσ 2:6. 2Θεσ 3:8,9. 1Τιμ 5:17,18.

5) 1:12· 7:15,39. Ασμ 4:9,10,12· 5:1,2. Ρμ 16:1. Γαλ 1:19. 1Τιμ 3:2· 4:3· 5:2. Ττ 1:6. Εβρ 13:4. Μτ 8:14· 12:46-50· 13:55. Μρ 1:30· 6:3. Λκ 6:15. Ιω 1:42,43· 2:12· 7:3,5. Πρξ 1:14.

6) 9:12· 4:11,12. 1Θεσ 2:9. 2Θεσ 3:7-9. Φιλ 4:10. Πρξ 4:36· 11:22,25,26· 13:1,2,50· 14:12· 15:36,37· 18:3· 20:34,35.

7) 3:6-8. 2Κορ 10:4,5. 1Τιμ 1:18· 6:12. 2Τιμ 2:3-6· 4:7. Δευτ 20:6. Πρμ 27:18, 27. Ασμ 8:12. Ησ 7:22. Ιερ 23:2,3. Μτ 9:36,37· 10:10. Λκ 3:14. Ιω 21:15-17. Πρξ 20:28. 1Πετ 5:2.

8) 9:13· 7:40· 14:34. Ρμ 3:5,31· 6:19. 1Θεσ 2:13· 4:8. Ησ 8:20.

9) Αρ 22:28-35. Δευτ 5:14· 25:4. Ψ 103:14,27· 144:15,16. 146:8,9. Ιωνα 4:11. Μτ 6:26-30· 10:29-31. Λκ 12:24-28. 1Τιμ 5:18. 2Κορ 7:12.

10) 9:7· 3:9· 10:11. 2Κορ 4:15. Μτ 24:22. Λκ 17:7,8. Ιω 4:35-38. Ρμ 15:4. 2Τιμ 2:6.

11) 4Βασ 5:13. Μλχ 3:8,9. Μτ 10:10. Ρμ 15:27. Γαλ 6:6. 2Κορ 11:15.

12) 9:2,9,18· 4:11,12,14,15· 6:7· 9:15,18· 13:7. 2Κορ 11:7-12,20· 12:13,14. Γεν 24:56. Νε 4:8. Λκ 11:52. Πρξ 20:31-34. Ρμ 15:22. 1Θεσ 2:6-9. 2Θεσ 3:8,9.

13) 10:18. Λευ 6:16-18,26· 7:6-8. Αρ 5:9,10· 18:8-31. Δευτ 10:9· 18:1-5. 1Βασ 2:28. Εβρ 9:2.

14) 9:4,23. Λευ 19:13. Δτ 24:14· 25:4. Μτ 10:10. Λκ 10:7,8. Γαλ 6:6. 1Τιμ 5:17,18. 2Τιμ 1:8.

15) 9:12· 4:12. 2Κορ 9:3· 11:8,9-12· 12:13-18. 1Θεσ 2:9. 2Θεσ 3:8. Φιλ 1:20-23. Μτ 18:6. Πρξ 18:3· 20:24,33,34.

16) Ησ 6:5. Ιερ 1:17· 20:7,9. Αμ 3:8· 7:15. Λκ 9:62. Πρξ 4:20· 9:6,15· 26:16-20. Ρμ 1:14· 4:2· 15:17. Κλσ 4:17. 1Πετ 5:2.

17) 3:8,14· 4:1· 9:16. Εξ 4:13,14. 1Παρ 28:9. 29:5,9,14. Νε 11:2. Ησ 6:8. Ιερ 20:9. Ιεζ 3:14. Ιωνα 1:3. 4:1-3. Μλχ 1:10. Μτ 10:41· 24:25. Λκ 12:42· 17:10. 2Κορ 8:12. Γαλ 2:7. Εφ 3:2-8. Φιλ 1:17. Κλσ 1:25. 1Θεσ 2:4. 1Τιμ 1:11-13. Φλμ 14. 1Πετ 5:2-4.

18) 9:6,7,12,15· 7:31· 8:9· 10:33. Νε 5:14,15. 2Κορ 4:5· 11:7-9· 12:13-18. 1Θεσ 2:6. 2Θεσ 3:8,9. Ρμ 14:15.

19) 9:1,20-22· 7:16· 10:33. Πρμ 11:30. Μτ 18:15· 20:26-28. Ιω 13:14,15. Ρμ 1:14· 11:14· 15:2. 2Κορ 4:5. Γαλ 5:1,13. 1Τιμ 4:16. 2Τιμ 2:10. Ιακ 5:19,20. 1Πετ 3:1.

20) Πρξ 16:3· 17:2,3· 18:18· 21:20-26. Ρμ 3:19· 6:14,15. Γαλ 4:5,21· 5:18.

21) 7:19-22. Ψ 118:32. Μτ 5:17-20. Πρξ 14:15 κτλ· 15:28· 16:4· 17:22 κτλ· 21:25. Ρμ 2:12,14· 7:22,25· 8:4· 13:8-10. Γαλ 2:3,4,12-14· 3:2· 5:13,14,22,23. Εφ 6:1-3. 1Θεσ 4:1,2. Ττ 2:2-12. Εβρ 8:10.

22) 7:16· 8:13· 9:19· 10:33. 2Κορ 11:29. Ρμ 11:14· 15:1. Γαλ 6:1.

23) 1Κορ 9:12,25-27. 2Κορ 2:4. Γαλ 2:5. Φιλ 3:7-11. 2Τιμ 2:6,10. Εβρ 3:1,14. Μρ 8:35. 1Πετ 5:1. 1Ιω 1:3.

24) 9:26. Ψ 18:5. Εκ 9:11. Ωσ 12:10. Ιερ 12:5. Γαλ 2:2· 5:7. Φιλ 2:16· 3:12-14. 2Τιμ 4:7,8. Ρμ 9:16. Εβρ 6:18· 12:1. Ιακ 1:12. Απ 3:11.

25) 15:54. Εφ 6:12-18. 1Τιμ 6:12. 2Τιμ 2:4,5· 4:7,8. Εβρ 12:4,28. Γαλ 5:23. Ττ 1:8. 2:2. 1Πετ 1:4· 5:4. 2Πετ 1:6. Ιακ 1:12. Απ 2:10· 3:11· 4:4,10.

26-27) 9:24· 14:9. Ρμ 6:13· 13:14.

26) 2Κορ 5:1,8. Εφ 6:12. Κλσ 1:29. Φιλ 1:21. 2Τιμ 1:12· 2:5· 4:8. Εβρ 4:1. 1Πετ 5:1. 2Πετ 1:10. Μτ 11:12. Λκ 13:24.

27) 9:25· 4:11,12· 6:12,13· 8:13· 13:1-3. Ψ 49:16. Ιερ 6:30. Μτ 7:21-23. Λκ 9:25· 12:45-47· 13:26,27. Πρξ 1:25. 2Κορ 6:4,5· 11:27· 13:5,6. Ρμ 6:18,19· 8:13. Κλσ 3:5. Φιλ 2:12. 2Τιμ 2:22. 1Πετ 2:11. 2Πετ 2:15.

 

Σημειώσεις 9ου κεφαλαίου

(1) Θὰ ἦτο μᾶλλον προτιμότερον τὸ χωρίον 10  νὰ ἤρχιζεν ἐκ τοῦ σημείου τούτου.

(2) Εἰς ΒΑ δὲν δηλοῦνται σαφῶς αἱ διαιρέσεις τοῦ κεφαλαίου εἰς παραγράφους.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων