1. Βίβλος Κείμενον τῆς Βίβλου ᾿Αποκάλυψις, κεφ. 1 (κείμενον)

PostHeaderIcon ᾿Αποκάλυψις, κεφ. 1 (κείμενον)

 

ΑΠΟΚΑΛΥΨΙΣ

ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

 

ΚΕΦΑΛΑΙΟΝ 1

 

[Λόγος 1ος]

 

§1

1 ᾿Αποκάλυψις ᾿Ιησοῦ Χριστοῦ, ἣν ἔδωκεν αὐτῷ ὁ Θεός, δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ ᾿Ιωάννῃ, 2 ὃς ἐμαρτύρησε τὸν λόγον τοῦ Θεοῦ καὶ τὴν μαρτυρίαν ᾿Ιησοῦ Χριστοῦ, ὅσα εἶδε. 3 μακάριος ὁ ἀ­ναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τη­ροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα· ὁ γὰρ καιρὸς ἐγγύς.

4 ᾿Ιωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ ᾿Ασίᾳ· χάρις ὑμῖν καὶ εἰ­ρήνη ἀπὸ Θεοῦ, ῾Ο ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, καὶ ἀπὸ τῶν ἑπτὰ πνευ­μάτων, ἃ ἐνώπιον τοῦ θρόνου αὐτοῦ, 5 καὶ ἀπὸ ᾿Ιησοῦ Χριστοῦ, ὁ μάρτυς ὁ πιστός, ὁ πρωτότοκος τῶν νεκρῶν καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. τῷ ἀγαπῶντι ἡμᾶς καὶ λούσαντι ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ, 6 καὶ ἐποίησεν ἡμᾶς βασιλείαν, ἱερεῖς τῷ Θεῷ καὶ πατρὶ αὐτοῦ, αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

7 ᾿Ιδοὺ ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵ τινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπ᾿ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. ναί, ἀμήν. 8 «᾿Εγώ εἰμι τὸ ἄλφα καὶ τὸ ὦ»(1), λέγει Κύριος ὁ Θεός, ῾Ο ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ.

 

§2

9 ᾿Εγὼ ᾿Ιωάννης, ὁ ἀδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ βα­σιλείᾳ καὶ ὑπομονῇ ἐν ᾿Ιησοῦ Χριστῷ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ διὰ τὴν μαρτυρίαν ᾿Ιησοῦ Χριστοῦ. 10 ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ, καὶ ἤκουσα φωνὴν ὀπίσω μου μεγάλην ὡς σάλπιγγος λεγούσης· 11 «Ὃ βλέποις γράψον εἰς βιβλίον καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις, εἰς ᾿Εφεσον καὶ εἰς Σμύρναν 11β καὶ εἰς Πέρ­γαμον καὶ εἰς Θυάτειρα καὶ εἰς Σάρδεις καὶ εἰς Φιλαδέλφειαν καὶ εἰς Λαο­δίκειαν». 12 Καὶ ἐκεῖ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥ τις ἐλάλει μετ᾿ ἐμοῦ· 13 καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς, καὶ ἐν μέσῳ τῶν ἑπτὰ λυχνι­ῶν ὅμοιον υἱῷ ἀνθρώπου, 13β ἐνδεδυμένον ποδήρη καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσῆν· 14 ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ ὡς ἔριον λευκόν, ὡς χιών, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός, 15 καὶ οἱ πό­δες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ, ὡς ἐν καμίνῳ πεπυρωμένοι, 15β καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν, 16 καὶ ἔχων ἐν τῇ δεξιᾷ χειρὶ αὐτοῦ ἀστέ­ρας ἑπτά, 16β καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπο­ρευομένη, 16γ καὶ ἡ ὄψις αὐτοῦ ὡς ὁ ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ. 17 Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός, 17β καὶ ἔθη­κε τὴν δεξιὰν αὐτοῦ(2) ἐπ᾿ ἐμὲ λέγων· «Μὴ φοβοῦ· 18 ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος καὶ ὁ ζῶν, καὶ ἐγενόμην νεκρός, 18β καὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰ­ῶνας τῶν αἰώνων, καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾅδου. 19 γράψον οὖν ἃ εἶδες, καὶ ἅ εἰσι καὶ ἃ μέλλει γίνεσθαι μετὰ ταῦτα· 20 τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων ὧν εἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς. 20β οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσι, καὶ αἱ λυ­χνίαι αἱ ἑπτὰ ἐκκλησίαι εἰσίν.

 

Παραπομπαί

1. 1) 1:3,4,9,19· 4:1· 19:10· 20:4· 21:2· 22:6-9,10,12,16. Δν 2:28,29· 8:16· 9:21,23. Αμ 3:7. Ψ 24:14· 118:91. Μτ 11:27· 12:49. Ρμ 16:25. Γαλ 1:12. Εφ 3:3. Ιω 1:12· 3:32· 8:26· 12:49· 15:15. 2Πετ 3:8.

1-3) Λκ 11:28. Ιω 19:35· 21:24. Πρξ 4:20. 2Πετ 1:16,21.

2) 1:9, 19· 6:9· 12:11,17. Ιω 1:32· 3:11· 12:17· 19:35· 21:24. Πρξ 4:20· 22:15· 26:16. 1Κορ 1:6· 2:1. 1Ιω 1:1· 4:14· 5:7-11. 3Ιω 12.

3) 1:1· 3:11· 11:18· 22:6,7,10,12,18,20. Πρμ 8:34. Δν 12:12,13. Μτ 10:23. Λκ 11:28. Ρμ 13:11. Ιακ 5:8,9. 1Πετ 4:7. 2Πετ 3:8.

4) 1:1,8,9,11,17,18,20· 2:1,8,12,18· 3:1,7,14· 4:5,8· 5:6· 11:17· 16:5. Εξ 3:14. Ψ 89:2· 101:25-27. Ησ 41:4· 57:15. Μιχ 5:2. Ζχ 3:9· 4:10· 6:5. Ιω 1:1· 21:1-2. Πρξ 19:10. Ρμ 1:7· 1Κορ 1:3· 12:4-13. 2Κορ 1:2. Εβρ 1:10-13· 13:8. 1Πετ 1:1,2. Ιακ 1:17.

4-6) 7:14. Ιω 3:16· 4:19· 13:10· 15:13. Εφ 5:2. Ησ 1:16.

5) 3:14· 5:9· 11:15· 17:14· 19:11,16. Δευτ 7:8· 23:5. Ψ 71:11· 88:27,36,37. Πρμ 8:15,16. Ησ 55:4. Δν 2:2· 7:14. Ζχ 13:1. Μτ 28:18. Ιω 3:11,32· 8:14-16· 13:1,8-10,34· 18:36,37. Πρξ 20:28· 26:23. Ρμ 8:37. 1Κορ 6:11· 15:20-23,25. Εφ 1:20-22· 2:4· 5:2,25-27. Κλσ 1:18. Γαλ 1:4,5· 2:20. Εβρ 9:12,14. 1Τιμ 6:13,15. 1Ιω 1:7,9· 4:10· 5:7-10. 1Πετ 1:19.

6) 3:19· 4:11· 5:9,10,12-14· 20:4,6· 22:5. Εξ 19:6. Ψ 71:18,19· 129:8. Ησ 61:6. Δν 4:34· 7:18,27. Μτ 6:13. Ιω 5:23. Ρμ 12:1· 13:1. Φιλ 2:11. 1Τιμ 6:16. Εβρ 9:14· 13:21. 1Πετ 1:19· 2:5-9· 4:11· 5:11. 2Πετ 3:18. 1Ιω 1:7· 2:2. Ιδ 25.

7) 6:15-17· 14:14-16· 18:15-19,20· 19:1-3· 22:4,20. Αρ 24:17. Ψ 21:16· 67:1· 96:2· 103:2. Ιωβ 19:26,27· 33:26. Ησ 2:13,14· 19:1. Δν 7:13. Να 1:3. Ζχ 12:10,12,14. Μτ 24:30· 25:31· 26:64. Μρ 13:26· 14:62. Λκ 6:25· 21:27· 23:28-30. Ιω 19:34,37. Πρξ 1:9-11. 1Θεσ 1:10· 4:17. 2Θεσ 1:10. Εβρ 6:6· 10:29. 1Ιω 3:2. Ιδ 14.

8) 1:4,11,17· 2:8· 4:8· 11:17· 16:14· 19:15· 21:6,22· 22:13. Γεν 17:1· 28:3· 35:11· 43:14· 48:3· 49:25. Εξ 3:14· 6:3. Αρ 24:4. Ησ 9:6· 41:4· 43:10· 44:6· 48:12. Αμ 4:13. Μτ 11:27. Ρμ 9:5. 2Κορ 6:18. 1Ιω 1:1-3.

9) 1:2,4· 2:9,10· 3:10· 6:9· 7:14· 11:7· 12:11,17· 13:10· 14:12· 19:10· 22:8. Δν 7:15· 8:1· 9:2. Ιω 16:33. Πρξ 14:22. Ρμ 2:7,8· 5:3,4· 8:17,25. 1Κορ 4:9-13. Φιλ 1:7· 4:14. 2Τιμ 1:8· 2:3-12. 2Θεσ 1:4,5· 3:5. Εβρ 10:36. Ιακ 5:7,8.

9-11) 12:9. Πρξ 9:15. 2Κορ 11:14-15.

10) 4:1,2· 10:3-8.17:3· 21:10. Ιεζ 11:5. Μτ 22:43. Ιω 20:19,26. Πρξ 10:10-33· 20:7· 22:17. 1Κορ 12:3· 14:2· 16:2. 2Κορ 12:2-4.

11) 1:4,8,17,19· 2:1,8,12,18· 3:1,7,14· 10:4· 14:13· 19:9· 21:5· 22:13. Δευτ 31:19. Ησ 30:8. Ιερ 30:2. Αβ 2:2. Πρξ 18:19-21,24· 19:1-41· 20:17. 1Κορ 15:32· 16:8. Εφ 1:1. 1Τιμ 1:3. Κλσ 4:15,16.

12) 1:13,20· 2:1,5. Εξ 25:37. Ιεζ 43:5,6. Μιχ 6:9. Ζχ 4:2. Φιλ. 2:15-16.

12-16) Ιω 1:9· 8:12. Πρξ 13:47. Ησ 49:6. Μτ 5:14-16.

13-15) 2:18· 14:2,14· 15:6· 19:12. Δν 7:9,13· 10:5,6,16,18. Ιεζ 1:4,24,26· 8:2· 9:2,3,11· 43:2.

13) 2:1· 14:14· 15:6. Εξ 28:6-8· 39:5. Λευ 8:7· 26:12. Ησ 11:5. Ιεζ 1:26-28. 2Κορ 6:16. Φιλ 2:7,8. Εβρ 2:14-17· 4:15.

14) 2:18· 19:12. Δν 7:9· 10:6. Μτ 28:3. Ιω 8:22. Κλσ 1:26.

15) 2:18· 14:2· 19:6. Ψ 92:4. Ησ 17:13. Ιεζ 1:7· 40:3· 43:2. Δν 10:6. Ιω 7:38. Εβρ 12:29.

16) 1:20· 2:1,12,16· 3:1· 10:1· 12:1· 19:15,21. Κρ 5:31. Ψ 44:12. Ιωβ 38:7. Ησ 11:4· 24:23· 49:2· 60:19,20. Δν 8:10· 12:3. Μλχ 4:2. Ζχ 4:2. Ιω 1:9. Πρξ 26:13. Εφ 6:17. Εβρ 4:12. 2Θεσ 2:8.

17-18) 1:8· 2:8· 9:1· 20:1,14. Ησ 41:10. Δν 8:17-19· 10:9-12,15-19. Εβρ 3:8. Ρμ 6:9. Μτ 16:19.

17) 1:8,11· 2:8· 22:13. Γεν 15:1. Εξ 14:13· 20:20. ΙσΝ 5:13-15. Ησ 41:4,10· 44:4,6· 48:12. Ιεζ 1:28. Δν 8:18· 10:8,9,10,12,17-19. Αβ 3:16. Μτ 17:2-6. Μτ 28:4. Μρ 16:5,6. Λκ 24:37-39.Ιω 13:23· 21:20.

18) 3:7· 4:9· 5:14· 9:1· 20:1,2,14. 1Βασ 2:6. Ψ 17:46· 67:20. Ιωβ 12:14· 19:25. Ησ 22:22. Μτ 16:19. Ιω 14:19. Ρμ 6:9· 14:8,9. 2Κορ 5:14,15· 13:4. Γαλ 2:20. Κλσ 3:3. Εβρ 1:3· 7:16,25· 12:2.

19) 1:2,4,11,12-20. Ησ 48:6.

20) 1:13,16· 1:12· 2:1,8,12,17,18· 3:1,7,14. Μλχ 2:7. Ζχ 4:2. Μτ 5:15,16· 13:11. Λκ 8:10. 1Κορ 11:10. Φιλ 2:15,16. 1Τιμ 3:14-16.

 

Σημειώσεις 1ου κεφαλαίου

(1) τὸ Α καὶ τὸ Ω (Β.Α.).

(2) Β.Α. μετὰ τὸ αὐτοῦ προσθέτει χεῖρα.

῞Ετεραι παραπομπαί. 16) ῞Υμνος σοφίας 18:15,16.

 

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων