1. Βίβλος Κείμενον τῆς Βίβλου Α΄ Κορινθίους, κεφ. 8 (κείμενον)

PostHeaderIcon Α΄ Κορινθίους, κεφ. 8 (κείμενον)

 

Α΄ πρὸς Κορινθίους

ἐπιστολὴ Παύλου

 

ΚΕΦΑΛΑΙΟΝ 8

 

[Λόγος 9ος]

 

1 Περὶ δὲ τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. 2 ἡ γνῶ­σις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. εἰ δέ τις δοκεῖ εἰδέναι τι, οὐδέπω οὐ­δὲν ἔγνωκε καθὼς δεῖ γνῶναι· 3 εἰ δέ τις ἀγαπᾷ τὸν Θεόν, οὗτος ἔγνωσται ὑπ᾿ αὐτοῦ. 4 περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴ­δωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς Θεὸς ἕτερος εἰ μὴ εἷς. 5 καὶ γὰρ εἴ περ εἰσὶ λεγόμενοι θεοὶ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ τῆς γῆς, ὥς περ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, 6 ἀλλ᾿ ἡμῖν εἷς Θεός,(1) ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς Κύριος ᾿Ιησοῦς Χριστός, δι᾿ οὗ τὰ πάντα καὶ ἡμεῖς δι᾿ αὐτοῦ.

2 ᾿Αλλ᾿ οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδώλου ἕως ἄρτι ὡς εἰδωλόθυτον ἐσθίουσι, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μο­λύνεται. 8 βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ· οὔτε γὰρ ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα. 9 βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν. 10 ἐὰν γάρ τις ἴδῃ σε, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, 10β οὐχὶ ἡ συνείδησις αὐ­τοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; 11 καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι᾿ ὃν Χριστὸς ἀπέθανεν. 12 οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συν­είδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁμαρτάνετε. 13 δι᾿ ὅ περ εἰ βρῶμα σκανδα­λίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, 13β ἵνα μὴ τὸν ἀ­δελφόν μου σκανδαλίσω.

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

8. 1) 1:5· 4:10,18· 5:2,6· 8:2,4,7,10,11· 10:14,19-28· 13:0· 14:4,17,20· 15:34. Αρ 25:2. Ησ 5:21· 47:10. Πρξ 9:31· 15:10,19,20,29· 21:25. Ρμ 11:25· 12:16· 14:3,10,14,22. Κλσ 2:18. Εφ 4:16. Απ 2:14,20.

2) 3:18. Πρμ 26:12· 30:2-4. Ρμ 11:25. Γαλ 6:3. 1Τιμ 1:5-7· 6:3,4.

3) 2:9· 13:2,12. Εξ 33:12,17. Ψ 1:6· 17:3· 139:1,2. Να 1:7. Ρμ 8:28,29· 11:2. Γαλ 4:9. 2Τιμ 2:19. Μτ 7:23. Ιω 10:14· 21:17. Ιακ 1:12· 2:5. 1Πετ 1:8. 1Ιω 4:19. 5:2,3. Απ 2:9,13,19· 3:8,9,15,16.

4) 8:1,6· 10:19,20. Δευτ 3:24· 4:39· 6:4· 32:39. Ψ 115:4-8. Ησ 37:16,20· 41:24· 44:6,8,9,24· 45:5,14. Ιερ 10:10,14· 51:17,18. Αβ 2:19,20. Μτ 22:37. Μρ 12:29. Πρξ 19:26. 4 Ρωμ 14:14. Εφ 4:6. 1Τιμ 1:17· 2:5. Ιδ 25.

5) Δευτ 10:17. 1Παρ 16:25,26. Ψ 135:2,3. Ιερ 2:11,28· 11:13. Δανιὴλ 5:4. Ιω 10:34,35. Γαλ 4:8. 2Θεσ 2:4.

6) 6:13· 8:4· 12:3,5,6· 17:23. Ιωνα 1:9. Μλχ 2:10. Μτ 11:27· 28:18. Ιω 1:3,10· 5:20-29· 10:30· 13:13· 14:9,10,20· 17:3,21-23· 20:17. Πρξ 2:36· 5:31· 17:28. Ρμ 8:15· 11:36. Εφ 1:3,20-23· 3:14· 4:5,6. Φιλ 2:9-11. Κλσ 1:6,16,17. 1Τιμ 2:5,6. Εβ 1:2,3. 1Πετ 1:2,3,21. Απ 1:18.

7) 10:27,28. Ρμ 14:13,14,23.

8) 6:13. Ρμ 14:17. Κλσ 2:20-23. Εβ 13:9.

9) 8:10,12· 9:22. 10:24,29,32. Λευ 19:14. Ησ 35:3· 57:14. Ιεζ 14:3· 44:12. Μτ 18:6,7,10. Λκ 17:1,2. 2Κορ 11:21. Ρμ 14:1,2,13-15,20,21· 15:1. Γαλ 5:13. 1Πετ 2:16. 2Πετ 2:19. Απ 2:14.

10) 8:1,2· 10:14-22,28,29,32. Αρ 25:2. Αμ 2:8. Ρμ 14:14,23. Ιδ 9:27.

11-13) Ρμ 14:15,20,21.

11) 8:13· 10:33· 11:1. Ρμ 15:1-3.

12) 12:12. Γεν 20:9· 42:22. Εξ 16:8· 32:21. 1Βασ 2:25· 19:4,5· 24:11. Μτ 12:49,50· 18:10,11,21· 25:40,45. Πρξ 9:4,5. Ρμ 14:18.

13) 6:12· 9:12,19-23· 10:33· 11:1· 13:5. Ρμ 14:21. 2Κορ 11:29. 2Τιμ 3:8,9.

 

Σημειώσεις 8ου κεφαλαίου

(1) Μετὰ τὴν λέξιν Θεὸς δὲν ὑπάρχει κόμμα ἐν ΒΑ.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων