1. Βίβλος Κείμενον τῆς Βίβλου Ψαλμός 2 (κείμενον Ο΄)

PostHeaderIcon Ψαλμός 2 (κείμενον Ο΄)

 

Ψαλμοί

 

[Μέρος 1ον (Ψ 1-71)]  [Τμῆμα 1ον (Ψ 1-40)] Κάθισμα 1ον (Ψ 1-8)

 

Ψαλμὸς 2

 

1 ῾Ινατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;

2 παρέστησαν οἱ βασιλεῖς τῆς γῆς,

     καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ

     κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ. (1)

3 Διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν

     καὶ ἀπορρίψωμεν ἀφ᾿ ἡμῶν τὸν ζυγὸν αὐτῶν.

4 ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς,

     καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.

5 τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ

     καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς.

6 Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾿ αὐτοῦ

     ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ

     διαγγέλλων τὸ πρόσταγμα Κυρίου. (2)

7 Κύριος εἶπε πρός με· «Υἱός μου εἶ σύ·

      ἐγὼ σήμερον γεγέννηκά σε.

8 αἴτησαι παρ᾿ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου

     καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.

9 ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ,

     ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς».

10 Καὶ νῦν, βασιλεῖς, σύνετε,

     παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν.

11 δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ

     καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.

12 δράξασθε παιδείας, μή ποτε ὀργισθῇ Κύριος

     καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας,

     ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ. (3)

13 Μακάριοι πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτῷ. (4)

 

 

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

2. 1) Ψ 17:42· 45:6· 82:4-8. Ησ 8:9. Λκ 18:32· 19:14· 22:1,2,5,22,23. Πρξ 4:25-28· 5:33· 16:22· 17:5,6· 19:28-32. Μτ 21:38. Ιω 1:0· 11:49,50. Απ 17:14.

2) Ψ 2:10· 44:7· 47:4· 82:6· 88:20· 109:5. Εξ 16:7. Πρμ 21:30. Ησ 61:1. Μτ 2:16· 26:3,59· 27:1. Λκ 13:31· 23:11,12. Ιω 1:41· 3:34· 15:23. Πρξ 4:5-8, 25· 9:4· 10:38· 12:1-6. Εβρ 1:9. Απ 17:12-14· 19:19.

3) Ιερ 2:20· 5:5. Λκ 19:14,27. Πρξ 15:10. 1Πετ 2:7,8.

4) Ψ 10:4· 36:13· 52:5· 58:8· 67:33· 113:11. 4Βασ 19:21. Πρμ 1:26. Ησ 40:22· 57:15· 66:1.

5) Ψ 49:16-22· 109:5,6. Αρ 11:1. 4Βασ 22:13. Ησ 11:4· 66:6. Ζχ 1:15. Μτ 21:43· 22:7· 23:13,19,33-36· 25:41. Λκ 19:27,43,44. Απ 1:16. 19:15.

6) Ψ 44:6· 47:1,2· 49:2· 77:68· 88:27,36,37· 109:1,2· 131:13,14. Ησ 9:6,7. Δν 7:13,14. Μτ 28:18. Ιω 12:50· 14:10. Πρξ 2:34-36· 5:30,31. Εφ 1:22. Φιλ 2:9-11. Εβρ 12:22. Απ 14:1.

7) Ψ 88:27· 148:6. Ιωβ 23:13. Ησ 46:10· 63:16. Μτ 3:17· 8:29· 16:16· 17:5. Ιω 1:14,18· 3:16. Πρξ 2:24,32,35,36· 3:33· 8:37· 13:33. Ρμ 1:4. Εβρ 1:5,6· 3:6· 5:5,8· 6:9. Απ 2:27· 12:5· 19:15.

8) Ψ 21:27· 71:8· 88:28. Ησ 49:6. Δν 7:13-14. Ιω 10:16· 17:4,5.

9) Ψ 20:8,9· 88:23· 109:5-6. Ησ 30:14· 60:12. Ιερ 19:11. Δν 2:44. Μτ 21:44. Απ 2:26,27· 12:5· 19:15.

10) Ψ 44:12· 71:10,11· 81:1-8. Ησ 49:23· 52:15· 60:3,10,11. Ιερ 6:8. Ωσ 14:9.

11) Ψ 88:7· 94:1-8· 96:1· 98:1· 118:120. Φιλ 2:12· 4:4. Εβρ 4:1,2· 12:25,28,29.

12) Ψ 33:8· 83:13. Πρμ 16:20. Ιερ 17:7. Ιω 5:23. Ρμ 9:33· 10:11. 1Πετ 2:6. Απ 6:16-17.

13) Ησ 30:18.

 

Σημειώσεις 2ου ψαλμοῦ

᾿Επιγραφή· Ψαλμὸς τῷ Δαυίδ. // Παρ᾿ ῾Εβραίοις, ΠΜ καὶ λοιποῖς ἀνεπίγραφος.

(1) (διάψαλμα) ΠΜ

(2) ᾿Εσφαλμένως εἰς ΠΜ καὶ ἀλλαχοῦ ὁ στίχος 7 ἄρχεται ἐκ τῆς φράσεως «διαγγέλ­λων τὸ πρόσταγμα Κυρίου».

(3) Παρὰ ΠΜ καὶ ἀλλαχοῦ τὸ ἡμιστίχιον «ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ» φέρεται ὡς ἀνῆκον εἰς τὸν ἑπόμενον στίχον.

(4) ῾Ετέρα γραφή· ἐπ᾿ αὐτόν.

῞Ετεραι παραπομπαί. 10) ῞Υμνος σοφίας 6:1.

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων

 

 

 

Ποιητικὴ ἀπόδοσις (1908)

ὑπὸ Νεκταρίου Κεφαλᾶ, μητροπολίτου Πενταπόλεως

 

Ψαλμὸς Β΄ [2]

 

Καὶ ὁ ψαλμὸς οὗτός ἐστιν ἀνεπίγραφος· προφητεύει τὴν κατὰ τοῦ Σωτῆρος Χριστοῦ ἐπι­βουλὴν τῶν ᾿Ιουδαίων, καὶ μακαρίζει τοὺς ἐπὶ τὸν Θεὸν πεποιθότας.

 

1   Καὶ ἵνα τί ἐφρύαξαν1 τὰ ἔθνη πάντα; οἱ λαοὶ2

     τί ἐμελέτησαν κενά;

2   Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ ἄρχοντες αὐτῆς,

     συνήχθησαν εἰς τὸ αὐτὸ

     κατὰ Κυρίου τοῦ Θεοῦ καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ.

                                         Διάψαλμα*.

3   Νῦν δεῦτε διαρρήξωμεν δεσμοὺς αὐτῶν τοὺς ἐφ᾿ ἡμᾶς

     καὶ ἀπορρίψωμεν ἡμεῖς τὸν ἐφ᾿ ἡμᾶς ζυγὸν αὐτῶν.

4   ῾Ο κατοικῶν ἐν οὐρανοῖς καταγελάσεται αὐτούς,

    καὶ ἐκμυκτηριεῖ αὐτοὺς ὁ Κύριος ὁ πανσθενής.

5   Λαλήσει τότε πρὸς αὐτοὺς ἐν πάσῃ τῇ ὀργῇ αὑτοῦ

    καὶ ἐν θυμῷ ὀργῆς αὐτοῦ ταράξει ἅπαντας αὐτούς.

6   ᾿Εγὼ δ᾿ ἐστάθην βασιλεὺς ὑπὸ Κυρίου τοῦ Θεοῦ

    ἐπὶ τὴν πόλιν τὴν Σιών, ὄρος τὸ ἅγιον αὐτοῦ,

7   τοῦ ἀναγγεῖλαι τοῖς λαοῖς τὸ τοῦ Κυρίου πρόσταγμα.

    Κύριος πρός με εἴρηκεν· Υἱός μου σὺ εἶ· σήμερον

    γεγέννηκά σε ἔγωγε3.

8   Νῦν αἴτησαι σὺ παρ᾿ ἐμοῦ καὶ δώσω ἔθνη ἅπαντα

    εἰς τὴν κληρονομίαν σου, καὶ εἰς κατάσχεσιν τὴν σὴν

    ἁπάσης γῆς τὰ πέρατα.

9   Αὐτὸς σὺ ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σου τῇ σιδηρᾷ,

    ὡς σκεύη κεραμέως δὲ συντρίψεις4 ἅπαντας αὐτούς.

10 Νῦν σύνετε οὖν, βασιλεῖς, παιδεύθητε, κριταὶ τῆς γῆς.

    Δουλεύσατε δὴ τῷ Θεῷ· φόβῳ αὐτῷ δουλεύσατε,

11 ἀγαλλιᾶσθε δ᾿ ἐν αὐτῷ ἐν τρόμῳ, ἔθνη καὶ λαοί.

12 Παιδείας5 δράξασθε ὑμεῖς μὴ ὀργισθῇ ὁ Κύριος

    καὶ ἀπολεῖσθε ἅπαντες δικαίας ἐξ ὁδοῦ αὐτοῦ,

13 ὅταν ἐν τάχει ἐκκαυθῇ ὥς περ τὸ πῦρ θυμὸς αὐτοῦ.

    Μακάριοι δὴ ἅπαντες οἱ πεποιθότες ἐπ᾿ αὐτόν.

 

Σημειώσεις 2ου ψαλμοῦ

(Μὲ ἀριθμοὺς δηλώνονται οἱ ἀρχικὲς σημειώσεις τοῦ μεταφραστοῦ-ποιητοῦ, ἐνῷ μὲ γράμ­ματα οἱ νεώτερες σημειώσεις τοῦ ἐπιμελητοῦ Διονυσίου ᾿Ανατολικιώτου)

1. Φρυάττω καὶ φρυάττομαι· ἔχω ἵππειον μένος, θράσος, μαίνομαι.

2. ῎Εθνη καὶ λαοί· πάντες οἱ κατὰ τοῦ ᾿Ιησοῦ καὶ τοῦ Εὐαγγελίου αὐτοῦ ἐξεγερθέντες· ὁ ψαλμὸς εἶναι Χριστολογικός. Οἱ μαθηταὶ τοῦ Κυρίου, ὡς ἐν ταῖς Πράξεσι δ΄ 25 φέρεται, εὐλογοῦντες τὸν Θεὸν λέγουσι· «Δέσποτα... ὁ διὰ στόματος Δαυὶδ τοῦ παιδός σου εἰπών· ῞Ινα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά;... συνήχθησαν γὰρ ἐπ᾿ ἀληθείας ἐπὶ τὸν ἅγιον παῖδά σου ᾿Ιησοῦν, ὃν ἔχρισας, ῾Ηρώδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσι καὶ λαοῖς ᾿Ισραὴλ» κτλ. (Λουκ. ιθ΄ 14. ᾿Ιωάν. α΄).

* Διάψαλμα, ἑβραϊστὶ Σέλ, σημαίνει μεταβολὴν νοήματος ἢ μέλους, ἢ ἀναβολὴν καὶ ἐπιβρά­δυνσιν τοῦ μέλους ἢ σύγχρονον ψαλμῳδίαν, ὡς τὸ ἀραβικὸν Σελλά. — [Σημείωσις ἐπιμελητοῦ. ῾Η λέξις διάψαλμα δὲν ἀνήκει εἰς τὸ κείμενον τῶν ψαλμῶν, ἀλλ᾿ εἶναι μεταγενεστέρα προσθήκη ἢ σημείωσις, δι᾿ αὐτὸ εἰς τὰς ὀρθοδόξους λειτουργικὰς ἐκδόσεις τοῦ Ψαλτηρίου παραλείπεται ἐντε­λῶς. ῾Η λέξις πιθανὸν εἶναι ἀρχαῖος ἑβραϊκὸς μουσικὸς ὅρος τῆς λατρείας, τοῦ ὁποίου ἡ σημασία σήμερον μᾶς εἶναι κατ᾿ οὐσίαν ἄγνωστος, διότι ἀπὸ ἀρχαιοτάτων χρόνων ἀπωλέσθη ὁ τρόπος ἐκτελέσεως αὐτοῦ.]

3. Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. ῞Οτι ἀναφέρεται εἰς τὴν ἀνάστασιν τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ δῆλον γίνεται ἐκ τῶν χωρίων Πράξ. γ΄ 33· ῾Εβρ. α΄, ε΄ 5, Ϛ΄ 9· ᾿Αποκαλ. ιβ΄ 5, ιθ΄ 15 καὶ β΄ 27. ῞Ωστε τὸ «ἐγέννησεν» ἴσον τῷ «ἀνέστησε»· Πράξ. β΄ 24, 32, 35, 36· δι᾿ ὃ καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν.

4. Συντρίψεις. Συνέτριψε διὰ τοῦ Τίτου· καὶ καταδικάσει ἐν τῇ δευτέρᾳ παρουσίᾳ.

5. Τὸ ἑβραϊκὸν κείμενον ἔχει· «φιλεῖτε τὸν Υἱόν».

 

Νεκταρίου Κεφαλᾶ, μητροπολίτου Πενταπόλεως, «Ψαλτήριον τοῦ προφητάνακτος Δαυίδ», ἐντεταμένον εἰς μέτρα κατὰ τὴν τονικὴν βάσιν μετὰ ἑρμηνευτικῶν σημειώσεων, ἐν ᾿Αθήναις 1908 (ποιητικὴ ἀπόδοσις). Δευτέρα ἔκδοσις, ᾿Αθῆναι 2003, διορθωθεῖσα, ἐπιμεληθεῖσα καὶ πλουτισθεῖσα μὲ νέας σημειώσεις ὑπὸ Διονυσίου ᾿Ανατολικιώτου. Βιβλιοπωλεῖο - ᾿Εκδόσεις Νεκτάριος Δ. Παναγόπουλος, Χαβρίου 3, πλατεῖα Συντάγματος, Τ.Κ. 105 62 ᾿Αθήνα, τηλ. 210-322.4819.