1. Βίβλος Κείμενον τῆς Βίβλου Α΄ Κορινθίους, κεφ. 7 (κείμενον)

PostHeaderIcon Α΄ Κορινθίους, κεφ. 7 (κείμενον)

 

Α΄ πρὸς Κορινθίους

ἐπιστολὴ Παύλου

 

ΚΕΦΑΛΑΙΟΝ 7

 

[Λόγος 8ος]

 

1 Περὶ δὲ ὧν ἐγράψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· 2 διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. 3 τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδό­τω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. 4 ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξου­σιάζει, ἀλλ᾿ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσι­άζει, ἀλλ᾿ ἡ γυνή. 5 μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρόν, ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῆ· καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχησθε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. 6 τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ᾿ ἐπιταγήν. 7 θέλω γὰρ πάν­τας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλ᾿ ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως.

8 Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνω­σιν ὡς κἀγώ. 9 εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖσσον γάρ ἐστι γαμῆσαι ἢ πυροῦσθαι. 10 τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγώ, ἀλλ᾿ ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι· 11 ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρί καταλλαγήτω· 11β καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι. 12 τοῖς δὲ λοιποῖς ἐγὼ λέγω, οὐχ ὁ Κύριος· 12β εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπι­στον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ᾿ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν· 13 καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον, καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ᾿ αὐτῆς, μὴ ἀφι­έτω αὐτόν. 14 ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, 14β καὶ ἡγία­σται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί· 14γ ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστι, νῦν δὲ ἅγιά ἐστιν. 15 εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. 15β οὐ δε­δούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις. 15γ ἐν δὲ εἰρήνῃ κέκλη­κεν ἡμᾶς ὁ Θεός. 16 τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; 16β ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;

17 Εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν ὁ Θεός, ἕκαστον ὡς κέκληκεν ὁ Κύριος, οὕτω περιπατείτω. 17β καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι. 18 περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω. 18β ἐν ἀκροβυστίᾳ τις ἐκλήθη; μὴ περιτεμνέσθω. 19 ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ. 20 ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω. 21 δοῦλος ἐκλήθης; μή σοι μελέτω· 21β ἀλλ᾿ εἰ καὶ δύνασαι ἐλεύθε­ρος γενέσθαι, μᾶλλον χρῆσαι. 22 ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθε­ρος Κυρίου ἐστίν· 22β ὁμοίως καὶ ὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστι Χριστοῦ. 23 τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. 24 ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ τῷ Θεῷ.

25 Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω, 25β γνώμην δὲ δί­δωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι. 26 νομίζω οὖν τοῦτο καλὸν ὑ­πάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. 27 δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· 27β λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖ­κα· 28 ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρ­τε· 28β θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι· ἐγὼ δὲ ὑμῶν φείδομαι. 29 τοῦτο δέ φημι, ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος τὸ λοιπόν ἐστιν, 29β ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι, 30 καὶ οἱ κλαίοντες ὡς μὴ κλαί­οντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, 30β καὶ οἱ ἀγοράζοντες ὡς μὴ κα­τέχοντες, 31 καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι· 31β πα­ράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. 32 θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. 32β ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ· 33 ὁ δὲ γαμή­σας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικί. 34 μεμέρισται [καὶ] ἡ γυνὴ καὶ ἡ παρθένος. 34β ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι· 34γ ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέ­σει τῷ ἀνδρί. 35 τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, 35β ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρί­ῳ ἀπερισπάστως.

36 Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ᾖ ὑπέρακ­μος, 36β καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμεί­τωσαν. 37 ὃς δὲ ἔστηκεν ἑδραῖος ἐν τῇ καρδίᾳ, μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, 37β καὶ τοῦτο κέκρικεν ἐν τῇ καρδίᾳ αὐ­τοῦ, τοῦ τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιεῖ. 38 ὥστε καὶ ὁ ἐκγαμί­ζων καλῶς ποιεῖ, ὁ δὲ μὴ ἐκγαμίζων κρεῖσσον ποιεῖ.

39 Γυνὴ δέδεται νόμῳ ἐφ᾿ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· 39β ἐὰν δὲ κοι­μηθῇ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ. 40 μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτω μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην· 41 δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν.

 

Παραπομπαί

7. 1-2) 7:8,9,26. Μτ 19:10,11.

1) 7:8,26,27,37,38. Μτ 19:10,11. Γεν 20:6. Ρθ 2:9. Πρμ 6:29.

2) 7:9· 6:18. Εφ 5:28,33. 1Τιμ 4:3. Πρμ 5:18,19· 18:22· 19:14. Μλχ 2:14.

3) (1Πετ 3:7). Εξ 21:10.

4) Ωσ 3:3. Μτ 19:9. Μρ 10:11,12.

5) Εξ 19:15. 1Βασ 21:4,5. Ιωηλ 2:16. Ζχ 7:3· 12:12-14. Μτ 19:11. 1Θεσ 3:5.

6) 7:12,25. 2Κορ 8:8· 11:17.

7) 12:11. Πρξ 26:29. Μτ 19:12. 1Κορ 12:11.

8-9) 7:1,2,40. 1Τιμ 5:14. Μτ 5:28.

10-11) 7:12,25,40. Μλχ 2:14. Μτ 5:32· 19:6,9. Μρ 10:11,12. Λκ 16:18.

12) 7:25,40.

13) 7:16.

14) 6:15-17. Ρμ 11:16. 1Τιμ 4:5. Ττ 1:15. Πρξ 10:23. Εσρ 9:1,2. Ησ 52:1. Μλχ 2:15,16.

15) Ρμ 12:18· 14:19.

16) 1Πετ 3:1.

17) 3:5· 4:17· 7:20,24. Ρμ 12:3.

18-19) Γαλ 5:2,6· 6:15. Ρμ 2:25.

20) 7:17,24. Εφ 4:1. Φιλ 1:2,27. Κλσ 1:10. 1Θεσ 2:12.

21) 12:13. Γαλ 3:28. Εφ 6:8.

22) 9:21. Εφ 6:6. Γαλ 5:13. Κλσ 4:1. Φλμ 16. Ρμ 6:16-22. Ιω 8:36. 1Πετ 2:16.

23) 6:20. Γαλ 5:1. Εβρ 9:12. 1Πετ 1:18,19. 2Πετ 2:1.

24) 7:17,20.

25) 7:10,12,40. 1Τιμ 1:12,13.

26) 7:1,8,28. Λκ 21:23.

27) 7:12-14,20.

28) 7:26,36.

29) 1Πετ 4:7. 2Πετ 3:8,9.

29-31) Ιωβ 9:25,26· 14:1,2. 1Κορ 10:11. 1Ιω 2:15-17. Ρμ 8:20,21· 13:11. Λκ 14:26. Μτ 5:18· 10:23.

30) Ψ 29:5· 125:5,6. Εκ 3:4. Ησ 25:8· 30:19. Λκ 6:21,25· 16:25. Ιω 16:22. Απ 7:17; 18:7.

31) Ψ 38:6· 72:20. Εκ 1:4· 2:24,25· 3:12,13· 5:18-20· 9:7-10· 11:2,9,10. Ησ 40:6. 1Κορ 9:18. 1Τιμ 6:17,18. Μτ 24:48-50· 25:14-29. Λκ 12:15-21· 16:1,2· 19:17-26· 21:34. Ιακ 1:10,11· 4:14· 5:1-5. 1Πετ 1:24· 4:7. 1Ιω 2:17.

32-34) 2Κορ 7:1. Εφ 5:25-29. 1Τιμ 5:5. Λκ 14:18-20.

32) Ψ 54:22. Μτ 6:25-34· 13:22. 1Κορ 7:34. Φιλ 4:6. 1Τιμ 5:5.

33) 7:3. 1Θεσ 4:11,12. Εφ 5:25-33. Κλσ 3:19. 1Τιμ 5:8. Λκ 12:22. 1Πετ 3:7. 1Βασ 1:4-8. Νε 5:1-5.

34) 6:20. 2Κορ 7:11,12· 8:16· 11:28. 1Θεσ 5:23. 1Τιμ 3:5. Ττ 3:8. Ρμ 6:13· 12:1,2. Φιλ 1:20. Λκ 2:36,37· 10:40-42.

35) 14:40.

36) 7:27-28,31. 1Τιμ 4:1-4· 5:12.

37) 7:37· 15:58. Κλσ 1:23.

38) 7:1,2,8,26,28,32-34,36-37. Εβρ 13:4.

39) 7:10,15. 2Κορ 6:14-16. Ρμ 7:1-3. Ιω 11:13,14. Γεν 6:2. Δευτ 7:3,4. Μλχ 2:11.

40-41) 7:8,25-28· 2:16. 1Θεσ 4:8.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων