1. Βίβλος Κείμενον τῆς Βίβλου Γένεσις, κεφ. 15 (κείμενον Ο΄)

PostHeaderIcon Γένεσις, κεφ. 15 (κείμενον Ο΄)

 

Γένεσις

 

ΚΕΦΑΛΑΙΟΝ 15

 

[Λόγος 17ος]

 

1 Μετὰ δὲ τὰ ῥήματα ταῦτα (1)ἐγένετο ῥῆμα Κυρίου πρὸς ῎Αβραμ λέγων ἐν ὁράματι τῆς νυκτός· «Μὴ φοβοῦ ῎Αβραμ, ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα». 2 λέγει δὲ ῎Αβραμ· «Δέσποτα [Κύρι­ε](2), τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος· ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰ­κογενοῦς μου, οὗτος Δαμασκὸς ᾿Ελιέζερ». 3 καὶ εἶπεν ῎Αβραμ· «᾿Επειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ [δὲ](3) οἰκογενής μου κληρονομήσει με(4)». 4 καὶ εὐθὺς φωνὴ Κυρίου(5) ἐγένετο πρὸς αὐτὸν λέγουσα· «Οὐ κληρονομή­σει σε οὗτος, ἀλλ᾿ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε». 5 ἐξήγα­γε δὲ αὐτὸν ἔξω καὶ εἶπεν αὐτῷ· «᾿Ανάβλεψον δὴ εἰς τὸν οὐρανὸν καὶ ἀ­ρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς». καὶ εἶπεν· «Οὕ­τως ἔσται τὸ σπέρμα σου». 6 καὶ ἐπίστευσεν ῎Αβραμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. 7 εἶπε δὲ πρὸς αὐτόν· «᾿Εγὼ ὁ Θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι [αὐ­τήν](6)». 8 εἶπεν οὖν(7)· «Δέσποτα [Κύριε](2), κατὰ τί γνώσομαι ὅτι κληρονο­μήσω αὐτήν;» 9 εἶπε δὲ αὐτῷ· «Λάβε μοι δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περιστεράν». 10 ἔλα­βε δὲ αὐτῷ πάντα ταῦτα καὶ διεῖλεν αὐτὰ μέσα  10β καὶ ἔθηκεν αὐτὰ ἀντιπρό­σωπα ἀλλήλοις, τὰ δὲ ὄρνεα οὐ διεῖλε. 11 κατέβη δὲ [τὰ](8) ὄρνεα ἐπὶ τὰ σώματα, ἐπὶ(9) τὰ διχοτομήματα αὐτῶν, καὶ συνεκάθησεν αὐτοῖς ῎Αβραμ. 12 περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσε τῷ ῎Αβραμ, 12β καὶ ἰδοὺ φόβος μέ­γας καὶ σκοτεινὸς(10) ἐπιπίπτει αὐτῷ. 13 καὶ ἐρρέθη πρὸς ῎Αβραμ· «Γινώ­σκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, 13β καὶ δου­λώσουσιν αὐτοὺς καὶ κακώσουσιν αὐτοὺς καὶ ταπεινώσουσιν αὐτοὺς ἔτη τετρακόσια(11). 14 τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ· 14β μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς. 15 σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου ἐν εἰρήνῃ, τραφεὶς ἐν γήρᾳ καλῷ. 16 τετάρτῃ δὲ γενεᾷ ἀ­ποστραφήσονται ὧδε· 16β οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν ᾿Α­μορραίων ἕως τοῦ νῦν».

17 ᾿Επεὶ δὲ ὁ ἥλιος ἐγένετο πρὸς δυσμάς, φλὸξ ἐγένετο, 17β καὶ ἰδοὺ κλί­βανος καπνιζόμενος καὶ λαμπάδες πυρός, αἳ διῆλθον ἀνὰ μέσον τῶν διχο­τομημάτων τούτων. 18 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διέθετο Κύριος τῷ ῎Αβραμ δια­θήκην λέγων· 18β «Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, ἀπὸ τοῦ ποτα­μοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου, 19 τοὺς Κεναίους καὶ τοὺς Κενεζαίους καὶ τοὺς Κεδμωναίους 20 καὶ τοὺς Χετταί­ους καὶ τοὺς Φερεζαίους καὶ Ραφαῒν καὶ τοὺς ᾿Αμορραίους 20β καὶ τοὺς Χαναναίους καὶ τοὺς Εὐαίους καὶ τοὺς Γεργεσαίους καὶ τοὺς ᾿Ιεβουσαί­ους».

 

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

15. 1) 26:24. Ψ 2:3· 3:3· 5:12· 15:5· 18:2· 18:11· 26:7· 57:11. 83:11· 90:4· 118:114. Πρμ 11:18. Δν 10:1,12. Λκ 1:13,30. Πρξ 10:10,11.

1-6) 17:0. Ησ 51:1· 54:3.

2) 16:1. Πρξ 7:5.

3) 14:14.

4) 16:11. 2Βασ 7:12. 2Παρ 32:21.

5) 12:2· 13:16· 22:17· 24:4. Εξ 32:13. Δευτ 1:10· 10:22. 1Παρ 27:23. Ψ 146:4. Ιερ 40:22. Ιω 8:56. Ρμ 4:18. Εβρ 11:12.

6) Ψ 105:31. Ρμ 4:3,7,9,18,22. Γαλ 3:6. Ιακ 2:23.

7) 11:28,31· 12:1,7. Ψ 104:11,42,44. Ρμ 4:13.

7-20) Ρωμ 4:0. Γαλ. 3:6.

8) 24:13,14. Κρ 6:17,37. 1Βασ 14:9,10. 4Βασ 20:8. Λκ 1:18. 

9) 22:13. Λευ 1:3,10,14· 3:1,6· 9:2,4· 12:8· 14:22,30. Ψ 49:5. Ησ 15:5. Λκ 2:24.

10) Λευ 1:17. Ιερ 41:18,19.  

11) Ψ 118:13. Ιεζ 17:3,7. Μτ 13:4.

12) 2:21. Ιωβ 4:12-16.

13) Εξ 1:1-14· 12:40. Κρ 5:10-11. Ψ 104:23,25. Πρξ 7:6-7. Γαλ 3:17.

14) Εξ 3:22· 6:6· 11:2· 12:36,40-41. Δευτ 6:22. Ψ 104:37. Γαλ 3:17. Πρξ 7:7· 13:19.

15) Γεν 25:7,8. Ιωβ 5:26. Πρξ 13:36.

16) 18:32. Εξ 12:40. Δν 8:23. 3Βασ 20:26. Μτ 23:32. 1Θεσ 2:16.

17) Εξ 12:21· 19:18. Κρ 6:21· 13:19,20. Ιωβ 4:14. Ιερ 41:18,19. 2Παρ 7:1.

18) 6:18· 12:7· 13:15· 24:7· 26:4. Εξ 23:31· 32:13. Αρ 34:3. Δευτ 1:7,8· 11:24· 34:4. ΙσΝ 1:4· 13:1-14. Ψ 104:11. 3Βασ 4:21. 2Παρ 9:26. Ησ 27:12. Νε 9:8. Πρξ 7:5.

19) Αρ 24:21,22.

20) Εξ 3:8,17· 34:11. Δευτ 7:1.

 

 

 

Σημειώσεις 15ου κεφαλαίου

(1) ἐγένετο ῥῆμα... τῆς νυκτός· ἐν ΠΜ ἔχει οὕτως· ἐγενήθη ῥῆμα Κυρίου πρὸς ῎Αβραμ ἐν ὁράματι λέγων

(2) Τὸ Κύριε πολλαχοῦ παραλείπεται.

(3) δὲ · ἐν ἄλλοις παραλείπεται.

(4) κληρονομήσει μοι (ΠΜ).

(5) Κυρίου· ἐν ἄλλοις παραλείπεται.

(6) αὐτήν· παραλείπεται ἐν ΠΜ.

(7) εἶπε δέ (ΠΜ).

(8) τὰ · παραλείπεται ἐν ΠΜ.

(9) ᾿Ενιαχοῦ τὸ ἐπὶ παραλείπεται.

(10) φόβος σκοτεινὸς μέγας (ΠΜ).

(11) ἔτη τετρακόσια· ἀντιμετάθεσις λέξεων ἐν ΠΜ.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων