1. Βίβλος Κείμενον τῆς Βίβλου Α΄ Κορινθίους, κεφ. 6 (κείμενον)

PostHeaderIcon Α΄ Κορινθίους, κεφ. 6 (κείμενον)

 

Α΄ πρὸς Κορινθίους

ἐπιστολὴ Παύλου

 

ΚΕΦΑΛΑΙΟΝ 6

 

[Λόγος 7ος]

 

1 Τολμᾷ τις ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀ­δίκων καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; 2 οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦ­σι; καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; 3 οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; μήτι γε βιοτικά;(1) 4 βιοτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ τούτους καθίζετε. 5 πρὸς ἐντροπὴν ὑμῖν λέγω. οὕτως οὐκ ἔνι ἐν ὑμῖν σοφὸς οὐδὲ εἷς ὃς δυ­νήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ, 6 ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων; 7 ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε μεθ᾿ ἑαυτῶν. διατί οὐχὶ μᾶλλον ἀδικεῖσθε;  διατί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; 8 ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς; 9 ἢ οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομή­σουσι; μὴ πλανᾶσθε· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται 10 οὔτε πλεονέκται οὔτε κλέπται οὔτε μέθυσοι, οὐ λοίδοροι, 10β οὐχ ἅρπαγες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. 11 καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, 11β ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ᾿Ιησοῦ καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν.

12 Πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα συμφέρει· 12β πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. 13 τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν· 13β ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. 13γ τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι· 14 ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. 15 οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; 15β ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. 16 [ἢ] οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; 16β ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν· 17 ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι. 18 φεύγετε τὴν πορνείαν. 18β πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, 18γ ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. 19 ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ῾Αγίου Πνεύματός ἐστιν, 19β οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; 20 ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν 20β καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅ τινά ἐστι τοῦ Θεοῦ.

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

6. 1) 6:6,7· 1:2· 14:33· 16:1,15. Μτ 18:15-17. Πρξ 18:14,15· 19:38.

2) Δν 7:22. Μτ 19:28. Λκ 22:30. Απ 3:21. 

3) 2Πετ 2:4. Ιδ 6. 

4) 1:28. 

5) Γεν 16:5. 1Κορ 4:14. 

6) 6:1,7. Φιλ 2:14,15. Πρξ 7:26. 1Ιω 2:9-11· 3:11-15. Γεν 13:7-9· 45:24. Νε 5:8,9. Ψ 132:1-3.

7) Λκ 6:29. 1Θεσ 4:6. 

7-8) Πρμ 20:22. Μτ 5:39-42. Ρμ 11:12· 12:17,19. 1Θεσ 5:15. 1Πετ 3:9. 

9) 1Τιμ 1:9. Εβρ 12:14.  

9-10) 5:11· 15:33. Ρμ 1:27. Γαλ 5:19-21· 6:7. Εφ 5:5. 1Θεσ 4:6. Απ 22:15. 

11) 1:30. Ρμ 6:17,18. Εφ 2:1,2,3· 5:8,26. Κλσ 3:7. Ττ 3:3-7. Εβρ 10:22. Πρξ 22:16. 

12) 10:23. Γαλ 5:13. 1Πετ 2:16. 

13) 6:15,19,20· 15:50. 1Θεσ 4:3-5. Ρμ 6:13,19· 14:17. Κλσ 2:22,23. Μτ 15:11,17· 22:30. 

14) Πρξ 2:24. Ρμ 6:4,5,8· 8:11. 2Κορ 4:14. 

15) 12:12,27. Εφ 4:12,15,16· 5:30. Ρμ 12:5.

16) Γεν 2:24. Μτ 19:5. Μρ 10:8. Εφ 5:31. 

16-17) 2Κορ 3:17. Εφ 4:4. Ιω 17:21-23. 

17) Ιω 16:21,22,23. Εφ 5:30. 

18) 10:8. Πρξ 15:20. 

19) 3:16· 6:13. Ρμ 14:7-9. 2Κορ 6:16. Εφ 2:21. Εβρ 3:6. 1Πετ 2:5. 

20) 7:23· 10:31. Φιλ 1:20. Γαλ 3:13. Εβρ 9:12. 1Πετ 1:18,19. 2Πετ 2:1. Πρξ 20:28.

 

 

Σημειώσεις 6ου κεφαλαίου

(1) ΒΑ εἰς ἀμφοτέρας τὰς περιπτώσεις ἔχει βιωτικά.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων

 

 

 

 

Α΄ πρὸς Κορινθίους

ἐπιστολὴ Παύλου

 

ΚΕΦΑΛΑΙΟΝ 6

 

[Λόγος 7ος]

 

6. 1 Τολμᾷ τις ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀ­δίκων καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; 2 οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦ­σι; καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; 3 οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; μήτι γε βιοτικά;(1) 4 βιοτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ τούτους καθίζετε. 5 πρὸς ἐντροπὴν ὑμῖν λέγω. οὕτως οὐκ ἔνι ἐν ὑμῖν σοφὸς οὐδὲ εἷς ὃς δυ­νήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ, 6 ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων; 7 ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε μεθ᾿ ἑαυτῶν. διατί οὐχὶ μᾶλλον ἀδικεῖσθε;  διατί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; 8 ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς; 9 ἢ οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομή­σουσι; μὴ πλανᾶσθε· οὔτε πόρναι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται 10 οὔτε πλεονέκται οὔτε κλέπται οὔτε μέθυσοι, οὐ λοίδοροι, 10β οὐχ ἅρπαγες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. 11 καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, 11β ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ᾿Ιησοῦ καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν.

6. 12 Πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα συμφέρει· 12β πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. 13 τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν· 13β ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. 13γ τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι· 14 ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. 15 οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; 15β ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. 16 [ἢ] οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; 16β ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν· 17 ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι. 18 φεύγετε τὴν πορνείαν. 18β πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, 18γ ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. 19 ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ῾Αγίου Πνεύματός ἐστιν, 19β οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; 20 ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν 20β καὶ ἐν τῶ πνεύματι ὑμῶν, ἅ τινά ἐστι τοῦ Θεοῦ.

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

6. 2) Δν 7:22. Μτ 19:28. Λκ 22:30. Απ 3:21.  3) 2Πετ 2:4. Ιδ 6.  4) 1:28.  5) Γεν 16:5. 1Κορ 4:14.  7) Λκ 6:29. 1Θεσ 4:6.  7-8) Πρμ 20:22. Μτ 5:39-42. Ρμ 11:12· 12:17,19. 1Θεσ 5:15. 1Πετ 3:9.  9) 1Τιμ 1:9. Εβρ 12:14.  9-10) 5:11· 15:33. Ρμ 1:27. Γαλ 5:19-21· 6:7. Εφ 5:5. 1Θεσ 4:6. Απ 22:15.  11) 1:30. Ρμ 6:17,18. Εφ 2:1,2,3· 5:8,26. Κλσ 3:7. Ττ 3:3-7. Εβρ 10:22. Πρξ 22:16.  12) 10:23. Γαλ 5:13. 1Πετ 2:16.  13) 6:15,19,20· 15:50. 1Θεσ 4:3-5. Ρμ 6:13,19· 14:17. Κλσ 2:22,23. Μτ 15:11,17· 22:30.  14) Πρξ 2:24. Ρμ 6:4,5,8· 8:11. 2Κορ 4:14.  15) 12:12,27. Εφ 4:12,15,16· 5:30. Ρμ 12:5. 16) Γεν 2:24. Μτ 19:5. Μρ 10:8. Εφ 5:31.  16-17) 2Κορ 3:17. Εφ 4:4. Ιω 17:21-23.  17) Ιω 16:21,22,23. Εφ 5:30.  18) 10:8. Πρξ 15:20.  19) 3:16· 6:13. Ρμ 14:7-9. 2Κορ 6:16. Εφ 2:21. Εβρ 3:6. 1Πετ 2:5.  20) 7:23· 10:31. Φιλ 1:20. Γαλ 3:13. Εβρ 9:12. 1Πετ 1:18,19. 2Πετ 2:1. Πρξ 20:28.

 

 

Σημειώσεις 6ου κεφαλαίου

(1) ΒΑ εἰς ἀμφοτέρας τὰς περιπτώσεις ἔχει βιωτικά.