1. Βίβλος Κείμενον τῆς Βίβλου Α΄ Κορινθίους, κεφ. 5 (κείμενον)

PostHeaderIcon Α΄ Κορινθίους, κεφ. 5 (κείμενον)

 

Α΄ πρὸς Κορινθίους

ἐπιστολὴ Παύλου

 

ΚΕΦΑΛΑΙΟΝ 5

 

1 ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥ τις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. 2 καὶ ὑμεῖς πε­φυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας! 3 ἐγὼ μὲν γὰρ ὡς ἀπὼν τῷ σώματι, πα­ρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτω τοῦτο κατεργασά­μενον, 4 ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χρι­στοῦ 5 παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾶ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ᾿Ιησοῦ.

6 Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; 7 ἐκκαθάρατε [οὖν] τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύρα­μα, καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χρι­στός· 8 ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πο­νηρίας, ἀλλ᾿ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.

9 ῎Εγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις, 10 καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις ἢ ἅρπαξιν ἢ εἰδωλολάτραις· 10β ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν· 11 νῦν δὲ ἔ­γραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος 11β ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, 11γ τῷ τοι­ούτῳ μηδὲ συνεσθίειν 12 τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε; 13 τοὺς δὲ ἔξω ὁ Θεὸς κρίνει. καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

5. 1) Λευ 18:8. Δευτ 22:30· 27:20. 1Κορ 6:15,18. 2Κορ 2:5· 7:12· 12:21. Εφ 5:3. (Μρ 6:18).

2) 5:6· 4:6-8. Κλσ 2:14. 2Θεσ 2:7.

3-5) 11:32. 2Κορ 2:7. Κλσ 2:5. 1Τιμ 1:20. 1Πετ 4:6. Μτ 16:19· 18:15-20.

4) Ιω 20:23. 

5) 5:13· 1:8· 11:32. 2Κορ 2:6,7· 10:6· 13:10. 2Θεσ 3:14,15. Γαλ 6:1,2. Φιλ 1:6. 1Τιμ 1:20. 2Τιμ 1:18. Πρξ 26:18. Ιακ 5:19,20. 2Πετ 3:12. Ιδ 22,23. 1Ιω 5:16. Ψ 108:6. Ιωβ 2:6.

6) 5:2· 15:33. Γαλ 5:9. 2Τιμ 2:17. Ιακ 4:16. Μτ 13:33.

7) 15:3. Ησ 53:7. Ιω 1:29. 1Πετ 1:19.

7-8) Εξ 12:3,15-21· 13:7. Ρμ 3:25· 6:3-6· 12:2. Ιω 1:29· 19:36. Μτ 16:6,12.

8) Δευτ 16:3.

9) 5:2,7. Μτ 18:17. 2Κορ 6:14. Εφ 5:11. 2Θεσ 3:14.

9-10) 5:11,12· 10:27,28. 2Κορ 6:17.

11) 6:9,10· 10:14,20-21. 2Κορ 6:14-16. Ρμ 16:17. Εφ 5:3, 2Θεσ 3:6,14,15. 2Ιω 10. Μτ 18:17.

12) Κλσ 4:5. 1Θεσ 4:12. 1Τιμ 3:7. Μρ 4:11.

13) Δευτ 13:5· 17:7· 21:21· 22:21,22,24.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων