1. Βίβλος Κείμενον τῆς Βίβλου Ψαλμός 1 (κείμενον Ο΄)

PostHeaderIcon Ψαλμός 1 (κείμενον Ο΄)

 

Ψαλμοί

 

Ψαλμὸς 1

 

1 Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν

   καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη

   καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν.

2 ἀλλ᾿ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ,

   καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.

3 καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων,

   ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ

   καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται,

   καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται.

4 οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως,

   ἀλλ᾿ ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς.

5 διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει

   οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων·

6 ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων,

   καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.

 

Παραπομπαί

 

1. 1) Ψ 1:6· 2:12· 25:4,5,12· 31:1,2· 33:8· 35:4· 63:2· 81:6,12· 83:12· 105:3· 111:1· 113:21-24· 118:1,2,115· 143:15· 145:5,9. Γεν 5:24· 49:6. Λευ 26:27,28. Δευτ 28:2-68· 33:29. 3Βασ 16:31. Ιωβ 10:3· 21:16· 31:5. Πρμ 1:15,22· 2:12· 3:34· 4:14,15,18-19· 9:12· 13:15,20· 19:29. Ιερ 15:7,17· 17:7. Ιεζ 20:18. 2Παρ 22:3. Μτ 7:13,14· 16:17. Λκ 11:28· 23:51. Ιω 13:17· 20:29. Ρμ 5:2. Εφ 6:13. 1Τιμ 1:11· 6:15. 1Πετ 4:3. Απ 22:14. – Ιω 14:6. Ψ 33:15. Ησ 1:16. – Γεν 39:3,23. Ησ 3:10.

2) Δευτ 6:6. ΙσΝ 1:8. Ψ 39:8· 87:1· 103:34· 111:1· 118:1,11,15,34,47,48,72,92,97-99. Ιωβ 23:12. Ιερ 15:16. Λκ 2:37· 18:7. Ρμ 7:22. 1Θεσ 2:9. 1Τιμ 4:15. 2Τιμ 1:3. 1Ιω 5:3.

3) Γεν 39:3,23. Ψ 91:14· 127:2· 128:8. Ιωβ 14:9. Ησ 27:11· 44:4. Ιερ 17:8. Ιεζ 17:8· 19:10-11· 47:12. Μτ 13:6· 21:19,34,41. Ιω 4:14· 7:37·15:6. Ιδ 12. Απ 22:2. – Ψ 36:23. ΙσΝ 1:7,8. Ησ 3:10. 1Παρ 22:11. 2Παρ 31:21· 32:23. Ρμ 8:28.

4) Ιωβ 21:18. Ψ 34:5. Ησ 17:13· 29:5. Ωσ 13:3. Μτ 3:12.

5) Ψ 5:5· 23:3· 25:9. Μλχ 3:18. Ιω 3:8. Μτ 13:49. 25:32,41,46. Λκ 21:36. Ιδ 15.

6) Αρ 16:5. Ψ 36:18-24· 111:10· 138:1,2· 141:3· 145:9. Πρμ 14:12· 15:9. Ιωβ 23:10. Να 1:7. Μτ 7:13. Ιω 10:14,27· 14:6. 2Τιμ 2:19. 2Πετ 2:12. – Γεν 3:9· 4:9. Εξ 33:12.

 

Σημειώσεις 1ου ψαλμοῦ

᾿Επιγραφή· Ψαλμὸς τῷ Δαυίδ· ἀνεπίγραφος παρ’ ῾Εβραίοις. // Παρὰ ΠΜ ἀνεπίγρα­φος.

 

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων

 

 

 

 

 

 

Ποιητικὴ ἀπόδοσις (1908)

ὑπὸ Νεκταρίου Κεφαλᾶ, μητροπολίτου Πενταπόλεως

 

Ψαλμὸς Α΄ [1]

 

῾Ο ψαλμὸς οὗτός ἐστιν ἀνεπίγραφος· μακαρίζει καὶ ἐπαινεῖ τοὺς εὐσεβεῖς καὶ δικαίους καὶ ταλανίζει τοὺς ἀσεβεῖς καὶ ἁμαρτωλούς.

 

1   Μακάριος1 ἀνὴρ ἐστίν, ὃς οὔ ποτε ἐβάδισεν

     ἐν τῇ βουλῇ τῶν ἀσεβῶν2 καὶ ἐν ὁδῷ ἁμαρτωλῶν3

     οὐκ ἔστη, καὶ ἐπὶ λοιμῶν4 καθέδραν οὐκ ἐκάθισεν.

2   ᾿Αλλ᾿ ἐν τῷ νόμῳ τοῦ Θεοῦ ἐστὶ τὸ θέλημα αὐτοῦ

     καὶ ἐν τῷ νόμῳ τοῦ Θεοῦ ἐμμελετᾷ διὰ παντὸς

     ἡμέρας ὅλης καὶ νυκτός.

3   Καὶ ὡσεὶ δένδρον εὐθαλὲς πεφυτευμένον ἔσεται

     παρὰ τὰ ῥεῖθρα ὕδατος, ὃ δώσει τὸν καρπὸν αὑτοῦ

     ἐν τῷ καιρῷ τῷ ἑαυτοῦ καὶ οὐκ ἀπορρυήσεται

     τὰ φύλλα θάλλοντα αὐτοῦ.α

4   Οὐχ οὕτω δὲ οἱ ἀσεβεῖς5, οὐχ οὕτως οἱ ἁμαρτωλοί,

     ἀλλ᾿ ὡσεὶ χνοῦς, ὃν ἄνεμος ἐκρίπτει ἐκ προσώπου γῆς,

     οὕτω λικμήσει ἀπὸ γῆς ὁ Κύριος τοὺς ἀσεβεῖς.

5   Διά τοι τοῦθ᾿ οἱ ἀσεβεῖς οὐκ ἀναστήσονται αὐτοὶ

     ἐν κρίσει, ὅτε ὁ Θεὸς κρινεῖ τὸν κόσμον ἅπαντα,

    οὐδέ γε οἱ ἁμαρτωλοὶ εἰς τῶν δικαίων τὴν βουλήν6.

6   ῞Οτι γινώσκει Κύριος ὁδὸν δικαίων εὐσεβῶν

    καὶ ἀπολεῖται ἡ ὁδὸς ἁμαρτωλῶν καὶ ἀσεβῶν7.

 

Σημειώσεις

(Μὲ ἀριθμοὺς δηλώνονται οἱ ἀρχικὲς σημειώσεις τοῦ μεταφραστοῦ-ποιητοῦ, ἐνῷ μὲ γράμ­ματα οἱ νεώτερες σημειώσεις τοῦ ἐπιμελητοῦ Διονυσίου ᾿Ανατολικιώτου)

1. Μακάριος ἐστὶν ὁ τῆς ἀθανασίας καὶ τοῦ ἄκρου ἀγαθοῦ κοινωνήσας. Μακαριότης δὲ ὁ βαθμὸς τῆς ἐν τῇ ἀρετῇ τελειότητος· μακάριος γὰρ ὁ Θεός (Α΄ Τιμόθ. α΄ 11· Ϛ΄ 15). Μακάριοι εἰσὶν οἱ εὐσεβεῖς καὶ δίκαιοι ὡς τῷ Θεῷ κοινωνοῦντες καὶ ὀρθῶς πιστεύοντες.

2. ᾿Ασεβής· ὁ μὴ σέβων τὸν Θεόν· κατὰ τὴν θείαν ἀποκάλυψιν, ἀσεβὴς ὁ μὴ σέβων Θεὸν τρισυπόστατον, ὁ ἐθνικός. Δυσσεβεῖς εἰσὶν οἱ μὴ ὀρθῶς πιστεύοντες καὶ ἐσφαλμένως δογματίζον­τες περὶ τῆς τρισυποστάτου θεότητος καὶ τῆς ὀρθοδόξου πίστεως καθ᾿ ὅλου. Θεοσεβής· κατὰ τὴν ἀρχαίαν σημασίαν τῆς λέξεως ὁ ἕνα Θεὸν σέβων, κατὰ δὲ τὴν ὀρθόδοξον χριστιανικὴν ἔννοι­αν ὁ τὸν τρισυπόστατον Θεὸν ἐν πίστει σέβων.

3. ῾Αμαρτωλοί· οἱ τοῦ θείου νόμου παραβάται, οὗ τὸν θεῖον χαρακτῆρα ἔγνωσαν, οἱ λόγῳ μόνον εὐσεβεῖς, ὡς καταφρονηταὶ τοῦ θείου νόμου.

4. Λοιμός· ὁ διαφθορεύς, Γενέσ. λθ΄ 3, 23· ᾿Ησ. γ΄ 10· καὶ οὗτοι κατακριθήσονται.

α) [Πρέπει νὰ προστεθῇ ἡ φράσις (ἐδῶ ἐν ποιητικῇ μορφῇ)· «Καὶ πάντα ὅσα ἂν ποιῇ, κατευοδοῦνται ἐκ Θεοῦ»].

5. Οἱ ἀσεβεῖς οὐκ ἀναστήσονται ἵνα κριθῶσιν, ὡς ἤδη κατακεκριμένοι, ἀλλ᾿ ἀναστήσονται (᾿Ιωάν. γ΄ 18).

6. Βουλὴν δικαίων. ῾Ο ᾿Ακύλας καὶ ὁ Σύμμαχος μετέφρασαν «συναγωγὴν δικαίων».

7. Ψαλμ. λϚ΄ 19, Ναοὺμ α΄ 7, Β΄ Τιμ. β΄ 19.

 

Νεκταρίου Κεφαλᾶ, μητροπολίτου Πενταπόλεως, «Ψαλτήριον τοῦ προφητάνακτος Δαυίδ», ἐντεταμένον εἰς μέτρα κατὰ τὴν τονικὴν βάσιν μετὰ ἑρμηνευτικῶν σημειώσεων, ἐν ᾿Αθήναις 1908 (ποιητικὴ ἀπόδοσις). Δευτέρα ἔκδοσις, ᾿Αθῆναι 2003, διορθωθεῖσα, ἐπιμεληθεῖσα καὶ πλουτισθεῖσα μὲ νέας σημειώσεις ὑπὸ Διονυσίου ᾿Ανατολικιώτου. Βιβλιοπωλεῖο - ᾿Εκδόσεις Νεκτάριος Δ. Παναγόπουλος, Χαβρίου 3, πλατεῖα Συντάγματος, Τ.Κ. 105 62 ᾿Αθήνα, τηλ. 210-322.4819.