1. Βίβλος Κείμενον τῆς Βίβλου Γένεσις, κεφ. 12 (κείμενον Ο΄)

PostHeaderIcon Γένεσις, κεφ. 12 (κείμενον Ο΄)

 

Γένεσις

 

ΚΕΦΑΛΑΙΟΝ 12

 

[Λόγος 13ος]

 

1 Καὶ εἶπε Κύριος τῷ ῎Αβραμ· «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω· 2 καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ με­γαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένος· 3 καὶ εὐλογήσω τοὺς εὐλο­γοῦντάς σε καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθή­σονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς».

4 Καὶ ἐπορεύθη ῎Αβραμ, καθά περ ἐλάλησεν αὐτῷ Κύριος, καὶ ᾤχετο μετ᾿ αὐτοῦ Λώτ. ῎Αβραμ δὲ ἦν ἐτῶν ἑβδομήκοντα πέντε, ὅτε ἐξῆλθεν ἐκ Χαρράν. 5 καὶ ἔλαβεν ῎Αβραμ Σάραν τὴν γυναῖκα αὐτοῦ καὶ τὸν Λὼτ υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν ὅσα ἐκτήσαντο, καὶ πᾶσαν ψυχὴν ἣν ἐκτήσαντο ἐκ Χαρράν, καὶ ἐξῆλθον(1) πορευθῆναι εἰς γῆν Χαναάν.

6 Καὶ διώδευσεν ῎Αβραμ τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς ἕως τοῦ τόπου Συχέμ, ἐπὶ τὴν Δρῦν τὴν ὑψηλήν· οἱ δὲ Χαναναῖοι τότε κατῴκουν τὴν γῆν. 7 καὶ ὤφθη Κύριος τῷ ῎Αβραμ καὶ εἶπεν αὐτῷ· «Τῷ σπέρματί σου δώ­σω τὴν γῆν ταύτην». καὶ ᾠκοδόμησεν ἐκεῖ ῎Αβραμ θυσιαστήριον Κυρίῳ τῷ ὀφθέντι αὐτῷ.

8 Καὶ ἀπέστη ἐκεῖθεν εἰς τὸ ὄρος κατὰ ἀνατολὰς Βεθὴλ καὶ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, Βεθὴλ κατὰ θάλασσαν καὶ ᾿Αγγαῒ κατὰ ἀνατο­λάς· καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι Κυρίου. 9 καὶ ἀπῇρεν ῎Αβραμ καὶ πορευθεὶς ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ.

 

[Λόγος 14ος]

 

10 Καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς, καὶ κατέβη ῎Αβραμ εἰς Αἴγυπτον παροικῆσαι ἐκεῖ, 10β ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς. 11 ἐγένετο δέ, ἡνίκα ἤγγισεν ῎Αβραμ εἰσελθεῖν εἰς Αἴγυπτον, εἶπεν ῎Αβραμ Σάρᾳ τῇ γυναικί· 11β «Γινώσκω ἐγὼ ὅτι γυνὴ εὐπρόσωπος εἶ· 12 ἔσται οὖν, ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν ὅτι Γυνὴ αὐτοῦ ἐστιν αὐτή, 12β καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται. 13 εἰπὸν οὖν ὅτι ᾿Αδελφὴ αὐτοῦ εἰμι, 13β ὅπως ἂν εὖ μοι γένηται διὰ σέ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκέν σου».

14 ᾿Εγένετο δέ, ἡνίκα εἰσῆλθεν ῎Αβραμ εἰς Αἴγυπτον, 14β ἰδόντες οἱ Αἰγύ­πτιοι τὴν γυναῖκα αὐτοῦ, ὅτι καλὴ ἦν σφόδρα, 15 καὶ εἶδον αὐτὴν οἱ ἄρχοντες φαραὼ καὶ ἐπῄνεσαν αὐτὴν πρὸς φαραὼ 15β καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον φαραώ· 16 καὶ τῷ ῎Αβραμ εὖ ἐχρήσαντο δι᾿ αὐτήν, 16β καὶ ἐγέ­νοντο αὐτῷ πρόβατα καὶ μόσχοι καὶ ὄνοι καὶ παῖδες καὶ παιδίσκαι καὶ ἡμίονοι καὶ κάμηλοι.

17 Καὶ ἤτασεν ὁ Θεὸς τὸν φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρας τῆς γυναικὸς ῎Αβραμ. 18 καλέσας δὲ φαραὼ τὸν ῎Αβραμ εἶπε· «Τί τοῦτο ἐποίησάς μοι, 18β ὅτι οὐκ ἀπήγγειλάς μοι, ὅτι γυνή σου ἐστίν; 19 ἱνατί εἶπας ὅτι ᾿Αδελφή μου ἐστ; καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ γυναῖκα· 19β καὶ νῦν ἰδοὺ ἡ γυνή σου ἔναντί σου· λαβὼν ἀπότρεχε». 20 καὶ ἐνετείλατο φαραὼ ἀνδράσι περὶ ῎Αβραμ συμπροπέμψαι αὐτὸν καὶ τὴν γυναῖκα αὐτοῦ καὶ πάντα ὅσα ἦν αὐτῷ.

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

12. 1) 11:31,32· 15:7. ΙσΝ 24:2,3. Νε 9:7. Ψ 44:10,11. Ησ 41:2,8-9· 51:2. Ιεζ 33:24. Λκ 14:26-33. Πρξ 7:2-6. 2Κορ 6:17. Εβρ 11:8-10. Απ 18:4.

2) 13:16· 15:5· 17:4-6,46· 18:18· 22:17· 24:35· 26:4,24· 28:4· 35:11· 47:27· 48:4. Δευτ 26:5. 3Βασ 3:8. Ησ 51:2. Γαλ 3:14,16. Εβρ 11:12.

3) 18:18· 22:18· 26:4· 27:29· 28:14. Εξ 23:22. Αρ 24:9. Ιερ 4:2. Ψ 71:17. Πρξ 3:25. Γαλ 3:8-9,16.

4) 11:27,31. Εβρ 11:8.

5) 14:14,21· 46:5-26· 11:31. Πρξ. 7:4. Εβρ 11:8,9.

6) 13:7· 33:18-20. Δευτ 11:30. ΙσΝ 24:0. Κρ 7:1. 3Βασ 12:1-16. Ιω 4:5. Εβρ 11:9.

7) 13:4,15· 15:18· 17:1,8· 24:7· 26:3,4· 28:13· 35:12· 48:4. Δευτ 1:7-8· 34:4. Ψ 104:9,11. Πρξ 3:26· 7:5. Γαλ 3:16.

8) 13:4· 28:10-22. Κρ 1:22-26· 20:26-27. 3Βασ 12:29· 13:34. Αμ 4:4· 5:5-6· 7:10-13.

9) 13:3· 24:62. Ψ 104:13. Εβρ 11:13,14.

10) 26:1-3· 42:1-2,5· 43:1· 46:3,4· 47:13. Ρθ 1:1. 2Βασ 21:1. 4Βασ 4:38· 6:25· 8:1,2. Ψ 33:19· 104:13· 106:34. Ιερ 14:1. Ιω 16:33. Πρξ 7:11· 14:22.

10-20) 20:0· 26:1-11. Ψ 104:13-15.

11) 12:14· 26:7· 29:17· 39:6,7. 2Βασ 11:2. Πρμ 21:30. Ασ 1:14.

12) 20:11· 26:7. 1Βασ 27:1. Πρμ 29:25. Μτ 10:28. 1Ιω 1:8-10.

13) 11:29· 20:2,5,12,13· 26:7. Ψ 145:3-5. Ησ 57:11. Ιερ 17:5-8. Ιεζ 18:4. Μτ 26:69-75. Ιω 8:44. Ρμ 3:6-8· 6:23. Κλσ 3:6. Γαλ 2:12,13.

14) 3:6· 6:2·39:6-7. Μτ 5:28.

15) 20:2.

16) 13:2· 20:14· 24:35· 26:14· 32:5,13-15. Ιωβ 1:3· 42:12. Ψ 143:13,14.

17) 20:18. 1Παρ 16:21· 21:22. Ψ 104:14,15. Ιωβ 34:19. Εβρ 13:4.

18-19) 12:13· 3:13· 4:10· 20:9,10· 26:9-11· 31:26· 44:15. Εξ 32:21. ΙσΝ 7:19. 1Βασ 14:43. Πρμ 21:1.

20) Εξ 18:27. 1Βασ 29:6-11. Ψ 104:14,15. Πρμ 21:1.

 

 

Σημειώσεις 12ου κεφαλαίου

(1) ἐξήλθοσαν (ΠΜ)

῞Ετεραι παραπομπαί. 6) (Γένεσις 10:18-19.)

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων