1. Βίβλος Κείμενον τῆς Βίβλου Β΄ Θεσσαλονικεῖς, κεφ. 1 (κείμενον)

PostHeaderIcon Β΄ Θεσσαλονικεῖς, κεφ. 1 (κείμενον)

 

Β΄ πρὸς Θεσσαλονικεῖς

ἐπιστολὴ Παύλου

 

 

ΚΕΦΑΛΑΙΟΝ 1

 

§1

1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ πατρὶ ἡμῶν καὶ Κυρίῳ ᾿Ιησοῦ Χριστῷ· 2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου ᾿Ιησοῦ Χριστοῦ.

 

§2

3 Εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους, 4 ὥστε ἡμᾶς αὐτοὺς ἐν ὑμῖν καυχᾶ­σθαι ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσι τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε, 5 ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ Θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ Θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε, 6 εἴ περ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν 7 καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ᾿ ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου ᾿Ιησοῦ ἀπ᾿ οὐρανοῦ μετ᾿ ἀγγέλων δυνάμεως αὐτοῦ ἐν πυρὶ φλογός, 8 διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεὸν καὶ τοῖς μὴ ὑπακούουσι τῷ εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ [Χριστοῦ], 9 οἵ τινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, 10 ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ 10β καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασιν, 10γ ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ᾿ ὑμᾶς, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 11 εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ Θεὸς ἡμῶν 11β καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει, 12 ὅπως ἐνδο­ξασθῇ τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ ἐν ὑμῖν, 12β καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν καὶ Κυρίου ᾿Ιησοῦ Χριστοῦ.

 

Παραπομπαί

 

1. 1-2) 1Θεσ 1:1. 2Κορ 1:3. Ρμ 1:7. 1Πετ 1:2.

3-4) 2:13. 1Θεσ 1:2,3,4,7· 2:14,19· 3:3· 4:10. 2Κορ 7:4,14· 9:2. Εφ 1:15. Φιλ 1:3. Κλσ 1:3.

3-5) 2Κορ 3:14.    

5) 1Θεσ 2:14. Φιλ 1:3,28. Ρμ 2:5· 8:17. Ιδ 6. Λκ 21:36.

6-7) Ζχ 2:8. 1Θεσ 3:13· 4:16. Απ 18:6,7. 2Κορ 8:13. Ρμ 2:5-8· 12:19. Πρξ 3:20.

8) Αρ 31:3. Ψ 78:6. Μιχ 5:15. Ησ 66:14,15. Ιεζ 25:14. 1Θεσ 4:5. 2Πετ 3:7. Γαλ 4:8. Ρμ 2:8. Πρξ 7:30.

9) Ησ 2:10,19,21. 1Θεσ 5:3. Μτ 25:41,46.

10) Ψ 67:36. Ησ 2:11,17· 49:3. 2Θεσ 1:7,12. 1Θεσ 1:10. Κλσ 3:4. Φιλ 3:20. 1Κορ 1:6· 2:1. Πρξ 1:11. Απ 1:7.

11) 1Θεσ 1:3. Κλσ 1:9-11. Φιλ 3:14.

12) Ησ 24:15· 66:5. Μλχ 1:11. Φιλ 2:9-11. Ιω 17:23.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων