1. Βίβλος Κείμενον τῆς Βίβλου Γένεσις, κεφ. 7 (κείμενον Ο΄)

PostHeaderIcon Γένεσις, κεφ. 7 (κείμενον Ο΄)

 

Γένεσις

 

ΚΕΦΑΛΑΙΟΝ 7

 

[Λόγος 7ος (7:1-16)]

 

1 Καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Νῶε· «Εἴσελθε σὺ καὶ πᾶς ὁ οἶκός σου εἰς τὴν κιβωτόν, ὅτι σὲ εἶδον δίκαιον ἐναντίον μου ἐν τῇ γενεᾷ ταύτῃ. 2 ἀπὸ δὲ τῶν κτηνῶν τῶν καθαρῶν εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτά, ἄρσεν καὶ θῆλυ, ἀπὸ δὲ τῶν κτηνῶν τῶν μὴ καθαρῶν δύο δύο, ἄρσεν καὶ θῆλυ, 3 καὶ ἀπὸ τῶν πετεινῶν τοῦ οὐρανοῦ τῶν καθαρῶν ἑπτὰ ἑπτά, ἄρσεν καὶ θῆλυ, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν μὴ καθαρῶν δύο δύο, ἄρσεν καὶ θῆλυ, διαθρέψαι σπέρμα ἐπὶ πᾶσαν τὴν γῆν. 4 ἔτι γὰρ ἡμερῶν ἑπτὰ ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας καὶ ἐξαλείψω πᾶν τὸ ἀνάστημα, ὃ ἐποίησα, ἀπὸ προσώπου πάσης τῆς γῆς». 5 καὶ ἐποίησε Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός.

6 Νῶε δὲ ἦν ἐτῶν [ἑξακοσίων], καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς. 7 εἰσῆλθε δὲ Νῶε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ ἡ γυνὴ αὐτοῦ καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ εἰς τὴν κιβωτὸν διὰ τὸ ὕδωρ τοῦ κατακλυσμοῦ. 8 καὶ ἀπὸ τῶν πετεινῶν τῶν καθαρῶν καὶ ἀπὸ τῶν πετεινῶν τῶν μὴ καθαρῶν καὶ ἀπὸ τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀπὸ τῶν κτηνῶν τῶν μὴ καθαρῶν καὶ ἀπὸ πάντων τῶν ἑρπόντων ἐπὶ τῆς γῆς 9 δύο δύο εἰσῆλθον πρὸς Νῶε εἰς τὴν κιβωτόν, ἄρσεν καὶ θῆλυ, καθὰ ἐνετείλατο ὁ Θεὸς τῷ Νῶε. 10 καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας καὶ τὸ ὕδωρ τοῦ κατακλυσμοῦ ἐγένετο ἐπὶ τῆς γῆς. 11 ἐν τῷ [ἑξακοσιοστῷ] ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε, τοῦ δευτέρου μηνός, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός, 11β τῇ ἡμέρᾳ ταύτῃ ἐρράγησαν πᾶσαι αἱ πηγαὶ τῆς ἀβύσσου, καὶ οἱ καταρράκται τοῦ οὐρανοῦ ἠνεῴχθησαν. 12 καὶ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. 13 ἐν τῇ ἡμέρᾳ ταύτῃ εἰσῆλθε Νῶε, Σήμ, Χάμ, ᾿Ιάφεθ, οἱ υἱοὶ Νῶε, 13β καὶ ἡ γυνὴ Νῶε καὶ αἱ τρεῖς γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ εἰς τὴν κιβωτόν. 14 καὶ πάντα τὰ θηρία κατὰ γένος καὶ πάντα τὰ κτήνη κατὰ γένος 14β καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς κατὰ γένος καὶ πᾶν ὄρνεον πετεινὸν κατὰ γένος αὐτοῦ 15 εἰσῆλθον πρὸς Νῶε εἰς τὴν κιβωτόν, 15β δύο δύο ἄρσεν καὶ θῆλυ ἀπὸ πάσης σαρκός, ἐν ᾧ ἐστι πνεῦμα ζωῆς. 16 καὶ τὰ εἰσπορευόμενα ἄρσεν καὶ θῆλυ ἀπὸ πάσης σαρκὸς εἰσῆλθε, καθὰ ἐνετείλατο ὁ Θεὸς τῷ Νῶε. 16β καὶ ἔκλεισε Κύριος ὁ Θεὸς τὴν κιβωτὸν ἔξωθεν αὐτοῦ.

 

[Λόγος 8ος (7:17 - 8:22)]

 

17 Καὶ ἐγένετο ὁ κατακλυσμὸς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἐπὶ τῆς γῆς, 17β καὶ ἐπληθύνθη(1) τὸ ὕδωρ καὶ ἐπῇρε τὴν κιβωτόν, καὶ ὑψώθη ἀπὸ τῆς γῆς. 18 καὶ ἐπεκράτει τὸ ὕδωρ καὶ ἐπληθύνετο σφόδρα ἐπὶ τῆς γῆς, 18β καὶ ἐπεφέρετο ἡ κιβωτὸς ἐπάνω τοῦ ὕδατος. 19 τὸ δὲ ὕδωρ ἐπεκράτει σφόδρα σφόδρα ἐπὶ τῆς γῆς 19β καὶ ἐκάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλά, ἃ ἦν ὑποκάτω τοῦ οὐρανοῦ· 20 πεντεκαίδεκα πήχεις ὑπεράνω ὑψώθη τὸ ὕδωρ καὶ ἐπεκάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλά. 21 καὶ ἀπέθανε πᾶσα σὰρξ κινουμένη ἐπὶ τῆς γῆς τῶν πετεινῶν καὶ τῶν κτηνῶν καὶ ἀπὸ θηρίων 21β καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς καὶ πᾶς ἄνθρωπος. 22 καὶ πάντα ὅσα ἔχει πνοὴν ζωῆς καὶ πᾶν ὃ ἦν ἐπὶ τῆς ξηρᾶς ἀπέθανε. 23 καὶ ἐξήλειψε πᾶν τὸ ἀνάστημα ὃ ἦν ἐπὶ προσώπου τῆς γῆς, 23β ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἑρπετῶν καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ ἐξηλείφθησαν ἀπὸ τῆς γῆς· 23γ καὶ κατελείφθη μόνος Νῶε καὶ οἱ μετ᾿ αὐτοῦ ἐν τῇ κιβωτῷ. 24 καὶ ὑψώθη τὸ ὕδωρ ἐπὶ τῆς γῆς ἡμέρας ἑκατὸν πεντήκοντα.

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

7. 1) 5:32· 6:9· 7:1,6,13. Ψ 32:18,19. Πρμ 10:9. Μτ 24:38-39. Λκ 17:26-27. Εβρ 11:7. 1Πετ 3:20. 2Πετ 2:5,6,9.

2) 7:8. Λευ 10:10· 11:0. Δευτ 14:0. Ιεζ 44:23.

3) 7:8-9· 1:26,28· 2:19,20· 9:2· 40:17. Δευτ 14:20. Ψ 8:8· 49:11· 103:12. Ιωβ 12:7· 28:21.

4) 7:12,17. Εξ 24:18.

5) 6:22.

6) 5:32· 6:1.

7) 7:1. Μτ 24:38-39. Λκ 17:27.

8) 7:2-3· 1:26,28· 2:19,20· 9:2· 40:17. Δευτ 14:20. Ψ 8:8· 49:11· 103:12. Ιωβ 12:7· 28:21.

9) 7:16· 2:19. Ησ 11:6-9· 65:25. Ιερ 8:7. Πρξ 10:11,12. Γαλ 3:28. Κλσ 3:11.

10) 7:4,17-20· 6:17. Ιωβ 22:16. Μτ 24:38,39. Λκ 17:27.

11) 1:7· 8:2. 4Βασ 7:2,19. Ψ 77:23· 103:6-9. Πρμ 8:28. Ιωβ 12:15. Ησ 24:18. Ιεζ 26:19. Μλχ 3:10. 2Πετ 3:6.

12) 7:4,17.

13) 5:32· 6:18· 7:1,7. Εβρ.11:7. 1Πετ 3:20. 2Πετ 2:5.

14) 7:2,3,8,9.

15) 6:20.

16) 7:2,3.

17) 7:4,12.

18) Ψ 102:6· 103:26. Ιερ 3:23.

19) Ψ 103:6. Ιερ 3:23.

20) Ψ 103:6. Ιερ 3:23.

21) 2:7· 6:13,17· 7:4. Ιωβ 22:16. Μτ 24:39. Λκ 17:27. 2Πετ 3:6.

22) 2:7.

23) Ιεζ 14:14. 1Πετ 3:20. 2Πετ 2:5· 3:6.

24) 7:11· 8:3,4.

 

 

Σημειώσεις 7ου κεφαλαίου

(1) ΠΜ ἔχει τὸν ἐσφαλμένον τύπον ἐπεπληθύνθη.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων