1. Βίβλος Κείμενον τῆς Βίβλου ᾿Ιούδα τοῦ ἀποστόλου ἐπιστολή (κείμενον)

 

᾿Ιούδα τοῦ ἀποστόλου

ἐπιστολή

 

 

1 ᾿Ιούδας ᾿Ιησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ ᾿Ιακώβου, τοῖς ἐν Θεῷ πατρὶ ἡγιασμένοις καὶ ᾿Ιησοῦ Χριστῷ τετηρημένοις κλητοῖς· 2 ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.

3 ᾿Αγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει. 4 παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρῖμα, ἀσεβεῖς, τὴν τοῦ Θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην καὶ Κύριον ἡμῶν ᾿Ιησοῦν Χριστὸν ἀρνούμενοι. 5 ῾Υπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶς ἅπαξ τοῦτο, ὅτι ὁ Κύριος λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν· 6 ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν.(1) 7 ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις τὸν ὅμοιον τούτοις τρόπον ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας πρόκεινται δεῖγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι. 8 ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν. 9 ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωσέως σώματος, οὐκ ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ᾿ εἶπεν· «᾿Επιτιμήσαι σοι Κύριος». 10 οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασι βλασφημοῦσιν, 10β ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται. 11 οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάιν ἐπορεύθησαν, 11β καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, 11γ καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο.

12 Οὗτοί εἰσιν ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχούμενοι ἀφόβως, ἑαυτοὺς ποιμαίνοντες, 12β νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι, 12γ δένδρα φθινοπωρινά, ἄκαρπα, δὶς ἀποθανόντα, ἐκριζωθέντα, 13 κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, 13β ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς τὸν αἰῶνα τετήρηται. 14 προεφήτευσε δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἐνὼχ λέγων· 14β «᾿Ιδοὺ ἦλθε Κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ, 15 ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς(2) 15β περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν 15γ καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ' αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς». 16 οὗτοί εἰσι γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὑτῶν πορευόμενοι, 16β καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν.

17 Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 18 ὅτι ἔλεγον ὑμῖν ὅτι ἐν ἐσχάτῳ χρόνῳ ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. 19 Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, Πνεῦμα μὴ ἔχοντες. 20 Ὑμεῖς δέ, ἀγαπητοί, τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς, ἐν Πνεύματι ἁγίῳ προσευχόμενοι, 21 ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ζωὴν αἰώνιον. 22 καὶ οὓς μὲν ἐλέγχετε(3) διακρινόμενοι, 23 οὓς δὲ ἐν φόβῳ σῴζετε ἐκ (4) πυρὸς ἁρπάζοντες, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.

24 Τῷ δὲ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει, 25 μόνῳ σοφῷ Θεῷ σωτῆρι ἡμῶν, δόξα καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας· ἀμήν.

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

1) Μτ 13:55. Μρ 6:3. Λκ 6:16. Ιακ 1:1. 1Κορ 1:2. Λευ 20:3. 1Ιω 5:18. Ιω 17:11,15. Ρμ 1:7. Πρξ 1:13. 1Πετ 1:5.

1-2) 1Πετ 1:2. Κλσ 3:12. Πρξ 15:13. (Μτ 10:3).

2) 2Πετ 1:2.

3) 1Πετ 2:8. 2Πετ 1:5,10,12,13,15· 2:1,3,19,21· 3:1,2,14. Ττ 1:4. 1Τιμ 1:18· 6:12. 2Τιμ 4:7. Εβρ 6:4. Γαλ 2:4. Φιλ 1:27. (1Κορ 7:37. Λκ 14:18· 23:17).  

4) 2Πετ 1:9· 2:1-3,7,18,19· 3:5,8. 1Πετ 2:8,16. Γαλ 2:4· 5:13. 1Κορ 8:6. Πρξ 4:24. Ρμ 9:21,22. 2Τιμ 2:12,21. Ττ 1:16. Μτ 10:33. Λκ 12:9. 1Ιω 2:22-23. Απ 3:8.

5) 2Πετ 1:12· 3:1. 1Τιμ 1:9. Εξ 12:51. Αρ 14:11,22-28,29-30,35· 26:64,65. Δευτ 1:32. Ψ 106:26. 1Κορ 10:5. Εβρ 3:(16-17),18,19.

6) Ιω 8:44. 2Πετ 2:4,9· 3:7. Απ 20:2-3.

6-7) Γεν 6:2. Λευ 18:23,24. 2Πετ 2:17. Ρμ 1:27.

7) Γεν 19:1-29. Δευτ 29:22,23· 33:32. Ωσ 11:8. Αμ 4:11. Ησ 1:9-10· 3:9· 13:19. Ιερ 20:16· 23:14· 27:40· 29:18· 50:40. Θρ 4:6. Ιεζ 16:46-63. Μτ 10:15· 11:23-24· 18:8· 25:41. Μρ 9:43. Λκ 3:17· 10:12· 17:29. Ρμ 9:29. Εβρ 4:11. 2Πετ 2:6. Απ 11:18.

8) Γεν 34:5. Εξ 15:11. Ιωβ 31:11. Ησ 56:10. Ιεζ 18:6. Δν 10:13,21· 12:1. Ττ 1:15. 2Πετ 2:2,10,11. Λκ 10:16. Εφ 1:21· 6:12. Κλσ 1:15-16. Απ 12:7.

9) Δτ 34:5,6. Δν 10:13,21· 12:1. Ζχ 3:2. 2Πετ 2:11. 1Κορ 2:9. Απ 12:7.

10) Ιδ 7,8. 2Πετ 1:12· 2:12.

11) Γεν 4:8. Δευτ 23:5. Νε 13:2. Αρ 16:0· 17:5,14· 22:0-24:0· 26:9-11· 27:3· 31:8,15-16. ΙσΝ 13:22· 24:9. Ιερ 23:14. Ιεζ 16:46. Μιχ 6:5. 2Πετ 2:1,3,15-16· 3:6-7. 1Ιω 3:12. Απ 2:14. Ττ 1:10,11.

12) Πρμ 25:14. Ιερ 18:14. Ιεζ 34:2,8. Εφ 4:14. 2Πετ 1:8· 2:13,17. Μτ 2:10. Ττ 3:14.

13) Ησ 57:20. Ιεζ 23:0. 2Κορ 4:2. Φιλ 3:19. Ιακ 1:6. 2Πετ 2:17,20.

14) Γεν 5:18-21. Δευτ 33:2-3. 1Παρ 1:1-3. Ψ 97:9. Ησ 66:15-16. Δν 7:10,13· 8:6,17. Ωσ 10:10. Μτ 25:31. Μρ 8:38. Λκ 3:37-38. Πρξ 1:11. 1Θεσ 1:10. 2Θεσ 1:10. Εβρ 12:22. 2Πετ 3:10. Απ 1:7.

14-15) Σφν 3:11. Εβρ 11:5.

15) Ζχ 14:5. Μτ 12:36· 25:31. Ρμ 1:18. Εφ 5:14. 1Κορ 2:9. 2Θεσ 1:7.

16) Γεν 19:21. Εξ 18:22. Λευ 19:15. Δευτ 10:17· 28:50. 4Βασ 5:1. 2Παρ 19:7. Ιωβ 13:10· 22:8· 32:22· 34:19. Ψ 17:10. Πρμ 18:5. Ησ 9:14. Δν 11:36. 2Πετ 2:18.

17) Λκ 24:6-8. Πρξ 11:16. Εβρ 13:7. 2Πετ 3:2. 

18) Πρξ 20:29. 1Τιμ 4:1. 2Τιμ 3:1-9· 4:3. 1Ιω 2:18-19. 2Πετ 2:1· 3:3.

19) Πρμ 18:1. Ιεζ 14:7. Ωσ 4:14· 9:10. 1Κορ 2:13-15· 3:3,4· 4:6,7· 7:40. Ρμ 8:9. Ιακ 3:15.

20) Ρμ 9:1· 10:8-9· 14:17. Γαλ 1:23· 6:10. 1Κορ 3:10-14. Εφ 2:20-22· 6:18. Κλσ 2:7. 1Θεσ 5:11.

20-21) 2Πετ 3:17. 1Πετ 2:5,5. Ττ 2:12-14.

21) Ψ 132:3. Δν 12:2. Λκ 1:50,78. 11:42. Ιω 5:42. 2Θεσ 3:5. 2Κορ 13:13. Ρμ 5:21· 9:23. 1Τιμ 1:16. 2Τιμ 1:18. Ττ 3:5. Εβρ 4:16. 1Πετ 1:3. 1Ιω 2:5· 4:8-9.

22) Ιωηλ 4:2. Πρξ 11:2-3. Εφ 5:11-13. Ιδ 9.

22-23) (Πρξ 10:20. Ρμ 14:23. Ιακ 1:6· 5:19,20). 1Κορ 3:15.

23) Αμ 4:2, 11. Ζχ 3:2,3. Ιακ 3:6. Απ 2:6· 3:4.

24) Δν 5:22. Ρμ 14:24· 16:25. Πρξ 20:32. Εφ 1:4· 3:20-21. 2Κορ 12:19. Κλσ 1:22. 1Θεσ 5:23. Φιλ 1:10. 2Πετ 1:10.

24-25) Ρμ 16:25. 1Θεσ 3:13.

25) Δευτ 32:3. 1Παρ 29:11. Ρμ 14:26,27. 1Τιμ 1:17. Εβρ 1:3· 8:1.

 

 

Σημειώσεις

(1) Β.Α. μετὰ τὸ τετήρηκε θέτει κόμμα.

(2) Β.Α. μετὰ τὸ ἀσεβεῖς προσθέτει αὐτῶν.

(3) Β.Α. ἀντὶ ἐλέγχετε ἔχει ἐλεεῖτε.

(4) Β.Α. ἐκ [τοῦ] πυρὸς

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων

 

 

παραφε­ρόμεναι, 12γ δένδρα φθινοπωρινά,