1. Βίβλος Κείμενον τῆς Βίβλου Α΄ Θεσσαλονικεῖς, κεφ. 3

PostHeaderIcon Α΄ Θεσσαλονικεῖς, κεφ. 3

 

Α΄ πρὸς Θεσσαλονικεῖς

ἐπιστολὴ Παύλου

 

ΚΕΦΑΛΑΙΟΝ 3

 

1 Δι᾿ ὃ μηκέτι στέγοντες εὐδοκήσαμεν καταλειφθῆναι ἐν ᾿Αθήναις μόνοι, 2 καὶ ἐπέμψαμεν Τιμόθεον(1) τὸν ἀδελφὸν ἡμῶν καὶ διάκονον τοῦ Θεοῦ καὶ συνεργὸν ἡμῶν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑμᾶς περὶ τῆς πίστεως ὑμῶν, τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις. (2) 3 αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα· 4 καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν ὅτι μέλλομεν θλίβεσθαι, καθὼς καὶ ἐγέ­νετο καὶ οἴδατε. 5 διὰ τοῦτο κἀγὼ μηκέτι στέγων ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων καὶ εἰς κενὸν γένη­ται ὁ κόπος ἡμῶν.

6 ῎Αρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ᾿ ὑμῶν καὶ εὐαγγελισαμέ­νου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθήν,(3) πάντοτε ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν καθά περ καὶ ἡμεῖς ὑμᾶς, 7 διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοί, ἐφ᾿ ὑμῖν ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡμῶν διὰ τῆς ὑμῶν πίστεως· 8 ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ. 9 τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ Θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν ἐπὶ πάσῃ τῇ χαρᾷ ᾗ χαίρομεν δι᾿ ὑμᾶς ἔμπροσθεν τοῦ Θεοῦ ἡμῶν, 10 νυκτὸς καὶ ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον 10β καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν; 11 Αὐτὸς δὲ ὁ Θεὸς καὶ πα­τὴρ ἡμῶν καὶ ὁ Κύριος ἡμῶν ᾿Ιησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς· 12 ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας, καθά περ καὶ ἡμεῖς εἰς ὑμᾶς, 13 εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ πα­τρὸς ἡμῶν 13β ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ μετὰ πάν­των τῶν ἁγίων αὐτοῦ.

 

 

Παραπομπαὶ

3. 1-2) 3:5. 2Θεσ 2:17. Πρξ 13:43· 16:1· 17:15-16. Ρμ 16:21. Κλσ 4:7-8. Φιλ 2:19,20. Εφ 3:13.

3-4) Πρξ 14:22· 16:1. εφ 3:13. Φιλ 1:14,16,28,29. 2Τιμ 3:12. 1Πετ 4:12.

5) 3:1. Λκ 22:31. 2Κορ 2:11. Φιλ 2:16.

6) 3:10,12· 1:3· 2:17. Πρξ 18:5. 2Κορ 7:17.

7) 2Κορ 7:4,6.        8) Φιλ 4:1. 2Κορ 6:9.

9-10) 1:2-3· 2:17· 3:6. Ρμ 1:10,11· 15:23. 3Ιω 4.

11) 2:18· 5:23. 2Θεσ 2:16· 3:16. Ψ 118:5. Ιω 1:23. Ρμ 1:10.

12) 3:6· 4:1,9· 5:15. 2Πετ 1:7.

13) 5:23. 2Θεσ 1:7,10· 2:17. Μτ 16:27. 1Κορ 1:8. 2Κορ 7:1. Φιλ 1:10.

 

 

Σημειώσεις 3ου κεφαλαίου

(1) Β.Α. μετὰ τὸ Τιμόθεον θέτει κόμμα.

(2) ῾Η στιχαρίθμησις τοῦ κειμένου κατὰ Β.Α.· ἤ τοι ὁ στίχος 3 εἶναι μόνον ἡ φράσις «αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα». Τὸ αὐτὸ καὶ εἰς Κ.Δ. ἔτους 1955 ὑπὸ Α.Δ.. Οἱ περισσότεροι ὅμως ἐκδόται ἀριθμοῦν τὸν στίχον 3 ἐνωρίτερον, ἀπὸ τοῦ σημείου 2γ.

(3) Κατ᾿ ἄλλην στίξιν· ἀγαθὴν πάντοτε, ἐπιποθοῦντες... (Ν.Σ.).