1. Βίβλος Κείμενον τῆς Βίβλου Γένεσις, κεφ. 3 (κείμενον Ο΄)

PostHeaderIcon Γένεσις, κεφ. 3 (κείμενον Ο΄)

 

Γένεσις

 

ΚΕΦΑΛΑΙΟΝ 3

 

1 ῾Ο δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε Κύριος ὁ Θεός. καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· «Τί ὅτι εἶπεν ὁ Θεός, οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου;» 2 καὶ εἶπεν ἡ γυνὴ τῷ ὄφει· «᾿Απὸ καρποῦ τοῦ ξύλου τοῦ παραδείσου φαγούμεθα, 3 ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου, ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεός· Οὐ φάγεσθε ἀπ᾿ αὐτοῦ, οὐδὲ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε». 4 καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· «Οὐ θανάτῳ ἀποθανεῖσθε· 5 ᾔδει γὰρ ὁ Θεός, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ καὶ ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν». 6 καὶ εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι, καὶ λαβοῦσα ἀπὸ τοῦ καρποῦ αὐτοῦ ἔφα­γε· καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς μετ᾿ αὐτῆς, καὶ ἔφαγον. 7 καὶ διηνοίχθη­σαν οἱ ὀφθαλμοὶ τῶν δύο, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν, καὶ ἔρραψαν φύλλα συκῆς καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα.

8 Καὶ ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν, καὶ ἐκρύβησαν ὅ τε ᾿Αδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου. 9 καὶ ἐκάλεσε Κύριος ὁ Θεὸς τὸν ᾿Αδὰμ καὶ εἶπεν αὐτῷ· «᾿Αδάμ, ποῦ εἶ;» 10 καὶ εἶπεν αὐτῷ· «Τῆς φωνῆς σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην». 11 καὶ εἶπεν αὐτῷ ὁ Θεός· «Τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, 11β [εἰ] μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾿ αὐτοῦ ἔφαγες;» 12 καὶ εἶπεν ὁ ᾿Αδάμ· «῾Η γυνή, ἣν ἔδωκας μετ᾿ ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον». 13 καὶ εἶπε Κύριος ὁ Θεὸς τῇ γυναικί· «Τί τοῦτο ἐποίησας;» 13β καὶ εἶπεν ἡ γυνή· «῾Ο ὄφις ἠπάτησέ με, καὶ ἔφαγον». 14 καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει· «῞Οτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς· 14β ἐπὶ τῷ στήθει σου καὶ τῇ κοιλίᾳ πορεύσῃ καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. 15 καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς 15β καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς· 15γ αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν». 16 καὶ τῇ γυναικὶ εἶπε· «Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· 16β ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει». 17 τῷ δὲ ᾿Αδὰμ εἶπεν· «῞Οτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου 17β καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾿ αὐτοῦ ἔφαγες, 17γ ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· 18 ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φαγῇ τὸν χόρτον τοῦ ἀγροῦ. 19 ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, 19β ἕως τοῦ ἀποστρέψαι σε εἰς γῆν, ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ». 20 καὶ ἐκάλεσεν ᾿Αδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ζωή, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων.

21 Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ ᾿Αδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους καὶ ἐνέδυσεν αὐτούς. 22 καὶ εἶπεν ὁ Θεός· «᾿Ιδοὺ ᾿Αδὰμ γέγο­νεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν· 22β καὶ νῦν μή ποτε ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ καὶ λάβῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα». 23 καὶ ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη. 24 καὶ ἐξέβαλε τὸν ᾿Αδὰμ καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς 24β καὶ ἔταξε τὰ χερουβὶμ καὶ τὴν «φλογίνην ῥομφαίαν τὴν στρεφομένην» φυ­λάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς.

 

Παραπομπαὶ

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

3. 1) 2:16. Μτ 10:16. Ιω 8:44. Ρωμ 15:12-21. 2Κορ 11:3, 12. Απ 12:9· 20:2.

3) 2:17· 3:13.

4) 2Κορ 11:3. 1Τιμ 2:14.

5) 2:12-17· 3:7, 22. Ησ 14:14. Ιεζ 28:2. Πρξ 26:18. 2Θεσ 2:4.

6) 1Τιμ 2:14-15. Ιακ 1:13-15.

7) 2:25· 21:19. Αρ 22:31. 1Βασ 14:27.

8) 2Βασ 10:4-5. Ιωβ 31:33· 38:1. Ιερ 23:24. Αμ 9:3. Απ 3:18· 16:15.

10) 2:25. Εξ 3:6. 1Ιω 3:20.

12) 2:18· 3:4. Ιωβ 31:33. Πρμ 28:13.

13) 2Κορ 11:3. 1Τιμ 2:14.

14) Εξ 21:29-32. Ψ 71:7. Ησ 49:23· 65:25. Μιχ 7:17. Ρμ 8:20.

15) Ψ 131:11. Ησ 7:14. Μιχ 5:1-3. Μτ 1:23, 25· 3:7· 13:38· 23:32-33. Λκ 1:31-35. Ιω 8:44. Πρξ 13:10. Ρμ 16:20. Γαλ 3:16· 4:4. Κλσ 2:15. Εβρ 2:14. 1Ιω 3:8· 5:5. Απ 12:7-17.

16) 2:23· 4:7· 30:1· 35:16-18. Ψ 47:6. Μιχ 4:10. Ησ 13:8· 21:3. Ιω 16:21. Γαλ 3:28. 1Κορ 11:3, 11· 14:34. Εφ 5:22-24. 1Τιμ 2:11-12, 15. Ττ 2:5. 1Πετ 3:1-7. Απ 12:2.

17) 2:17· 3:6· 4:11-12· 5:29· 8:21. 1Βασ 15:23. Ιωβ 5:7· 31:40. Εκ 1:2-3· 2:22-23. Ησ 24:5-6. Ωσ 4:3. Ρμ 8:20.

18) Ψ 103:14. Ιωβ 31:40. Εβρ 6:8.

19) 2:7. Ψ 89:3· 103:29. Ιωβ 3:0· 21:26. 34:15· 42:17. Εκ 1:13· 2:22-23· 3:20· 12:7. Ρωμ 5:12· 6:23. 2Θεσ 3:10. Εβρ 9:27

22) 2:9· 3:5. 3Βασ 22:19. Ιωβ 1:6. Ησ 19:12· 47:12-13. Απ 2:7· 22:2, 14.

23) 2:8· 4:2· 9:20.

24) Εξ 25:18-22. 3Βασ 8:6-7. Ψ 17:11· 79:2· 103:4. Ιερ 27:6. Ιεζ 1:10· 28:13-16· 41:18-19.